<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="1"><p><milestone unit="altref" n="1"/> „Σάρα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ <milestone unit="altpage1" n="p.519 M."/>
παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. εἶπε δὲ Σάρα πρὸς Ἀβραάμ·
ἰδού, συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην
 μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς“ (Gen. 16,1.2).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="2"><p>τὸ Σάρας ὄνομα
μεταληφθέν ἐστιν „ἀρχή μου“· φρόνησις δὲ ἡ ἐν ἐμοὶ καὶ σωφροσύνη <lb n="5"/>
ἡ ἐν ἐμοὶ καὶ ἡ ἐπὶ μέρους δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν,
ἣν περὶ ἐμὲ μόνον εἶναι συμβέβηκεν, ἀρχή ἐστιν ἐμοῦ μόνου· ἐπιστατεῖ
γάρ μου καὶ ἡγεμονεύει πειθαρχεῖν ἐγνωκότος, βασιλὶς ἐκ φύσεως ὑπάρχουσα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="3"><p>ταύτην Μωυσῆς, τὸ παραδοξότατον, καὶ στεῖραν ἀποφαίνει καὶ
πολυγονωτάτην, εἴ γε τὸ πολυανθρωπότατον τῶν ἐθνῶν ἐξ αὐτῆς <lb n="10"/>
ὁμολογεῖ γενέσθαι. τῷ γὰρ ὄντι ἡ ἀρετὴ πρὸς μὲν τὰ φαῦλα
πάντα ἐστείρωται, τῶν δὲ ἀγαθῶν εὐτοκίᾳ χρῆται τοιαύτῃ, ὡς
 μηδὲ μαιευτικῆς τέχνης — φθάνει γὰρ ἀποτίκτουσα — δεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="4"><p>τὰ
<note xml:lang="mul" type="footnote">φίλωνος περὶ τῆς πρὸς τὰ προπαιδεύματα συνόδου ΜΑ: φίλωνος περὶ τῆς εἰς τὰ προπαιδεύματα συνόδου G, τοῦ αὐτοῦ περὶ τῆς εἰς κτλ. F, περὶ τῆς εἰς τὰ προπαιδεύματα συνόδου H 1.2 bis Σάρρα codd. καὶ αὐτὴ δούλη ἣν Αἰγυπτία καὶ ὄνομα αὐτὴ Ἄγαρ GF
<lb/>3 με] μοι G
<lb/>6 ante κύριος add. v μὴ τίκτειν ΜΑΗ: τεκεῖν GF δὴ ante πρὸς add. GF
<lb/>4 ἶνα τεκνοποιήσῃς MAH: εἴ πως οἰκοδομηθήσομαι GF Σάρρας MAH, Σάρρα GF
<lb/>5 ληφθέν G
<lb/>6 μέρος G καὶ ἡ ἑκάστων ἄλλων GF
<lb/>7 μόνου om. F
<lb/>8 μου om. GF
<lb/>9 ταύτης Α Μωσῆς G
<lb/>10 πολυάνθρωπον GF
<lb/>13 μαιευτικὴ G δεῖσθαι post τέχνης transpos. Fv, pro δεῖσθαι habet οἶς (hoc add. G2) δεῖ χρῆσθαι G</note> <note xml:lang="mul" type="footnote"><lb/>6 Clem. Alex. Slrom. I §
<lb/>31 p. 334 P.; ἑρμηνεύει δὲ
<lb/>6 Φίλων . . . . . τὴν Σάρραν (leg. Σάραν) δὲ „ἀρχὴν μου“·</note>  

<pb n="v.3.p.73"/>
μὲν οὖν ζῷα καὶ φυτὰ διαλείποντα τὸν πλείω χρόνον ἅπαξ ἢ δὶς τὸ
πλεῖστον τοὺς οἰκείους δι’ ἐνιαυτοῦ φέρει καρπούς, καθ’ ὃν ἔταξεν ἀριθμὸν
ἑκάστοις ἡ φύσις ἐναρμοζόμενον ταῖς ἐτησίοις ὥραις· ἀρετὴ δὲ οὐ
διαλείπουσα ἀνελλιπῶς δὲ καὶ ἀδιαστάτως κατὰ τοὺς ἀμερεῖς χρόνους
 ἀεὶ γεννᾷ, βρέφη μὲν οὐδαμῶς, λόγους δὲ ἀστείους καὶ βουλὰς  <milestone unit="altpage2" n="p. 520 M."/> ἀνεπιλήπτους
<lb n="6"/> καὶ ἐπαινετὰς πράξεις. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="5"><p><milestone unit="altref" n="2"/> ἀλλ’ οὔτε πλοῦτος, ᾧ μὴ δυνατόν ἐστι χρῆσθαι, τοὺς κεκτημένους ὠφελεῖ οὔτε ἡ φρονήσεως εὐτοκία, ἐὰν
μὴ καὶ ἡμῖν αὐτοῖς τὰ ὠφέλιμα τίκτῃ. τοὺς μὲν γὰρ εἰσάπαν ἀξίους
ἔκρινε τῆς συμβιώσεως αὐτῆς, οἱ δ’ οὔπω <add>τὴν</add> ἡλικίαν ἔδοξαν ἔχειν,
<lb n="10"/> ὡς ἐπαινετῆς καὶ σώφρονος οἰκουρίας ἀνέχεσθαι· οἷς τὰ προτέλεια τῶν
γάμων ἐφῆκε ποιεῖσθαι, ἐλπίδα καὶ τοῦ θύσειν τοὺς γάμους παρασχοῦσα.
</p></div></div></body></text></TEI>