„Σάρα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. εἶπε δὲ Σάρα πρὸς Ἀβραάμ· ἰδού, συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς“ (Gen. 16,1.2). τὸ Σάρας ὄνομα μεταληφθέν ἐστιν „ἀρχή μου“· φρόνησις δὲ ἡ ἐν ἐμοὶ καὶ σωφροσύνη ἡ ἐν ἐμοὶ καὶ ἡ ἐπὶ μέρους δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν, ἣν περὶ ἐμὲ μόνον εἶναι συμβέβηκεν, ἀρχή ἐστιν ἐμοῦ μόνου· ἐπιστατεῖ γάρ μου καὶ ἡγεμονεύει πειθαρχεῖν ἐγνωκότος, βασιλὶς ἐκ φύσεως ὑπάρχουσα. ταύτην Μωυσῆς, τὸ παραδοξότατον, καὶ στεῖραν ἀποφαίνει καὶ πολυγονωτάτην, εἴ γε τὸ πολυανθρωπότατον τῶν ἐθνῶν ἐξ αὐτῆς ὁμολογεῖ γενέσθαι. τῷ γὰρ ὄντι ἡ ἀρετὴ πρὸς μὲν τὰ φαῦλα πάντα ἐστείρωται, τῶν δὲ ἀγαθῶν εὐτοκίᾳ χρῆται τοιαύτῃ, ὡς μηδὲ μαιευτικῆς τέχνης — φθάνει γὰρ ἀποτίκτουσα — δεῖσθαι. τὰ φίλωνος περὶ τῆς πρὸς τὰ προπαιδεύματα συνόδου ΜΑ: φίλωνος περὶ τῆς εἰς τὰ προπαιδεύματα συνόδου G, τοῦ αὐτοῦ περὶ τῆς εἰς κτλ. F, περὶ τῆς εἰς τὰ προπαιδεύματα συνόδου H 1.2 bis Σάρρα codd. καὶ αὐτὴ δούλη ἣν Αἰγυπτία καὶ ὄνομα αὐτὴ Ἄγαρ GF 3 με] μοι G 6 ante κύριος add. v μὴ τίκτειν ΜΑΗ: τεκεῖν GF δὴ ante πρὸς add. GF 4 ἶνα τεκνοποιήσῃς MAH: εἴ πως οἰκοδομηθήσομαι GF Σάρρας MAH, Σάρρα GF 5 ληφθέν G 6 μέρος G καὶ ἡ ἑκάστων ἄλλων GF 7 μόνου om. F 8 μου om. GF 9 ταύτης Α Μωσῆς G 10 πολυάνθρωπον GF 13 μαιευτικὴ G δεῖσθαι post τέχνης transpos. Fv, pro δεῖσθαι habet οἶς (hoc add. G2) δεῖ χρῆσθαι G 6 Clem. Alex. Slrom. I § 31 p. 334 P.; ἑρμηνεύει δὲ 6 Φίλων . . . . . τὴν Σάρραν (leg. Σάραν) δὲ „ἀρχὴν μου“· μὲν οὖν ζῷα καὶ φυτὰ διαλείποντα τὸν πλείω χρόνον ἅπαξ ἢ δὶς τὸ πλεῖστον τοὺς οἰκείους δι’ ἐνιαυτοῦ φέρει καρπούς, καθ’ ὃν ἔταξεν ἀριθμὸν ἑκάστοις ἡ φύσις ἐναρμοζόμενον ταῖς ἐτησίοις ὥραις· ἀρετὴ δὲ οὐ διαλείπουσα ἀνελλιπῶς δὲ καὶ ἀδιαστάτως κατὰ τοὺς ἀμερεῖς χρόνους ἀεὶ γεννᾷ, βρέφη μὲν οὐδαμῶς, λόγους δὲ ἀστείους καὶ βουλὰς ἀνεπιλήπτους καὶ ἐπαινετὰς πράξεις. ἀλλ’ οὔτε πλοῦτος, ᾧ μὴ δυνατόν ἐστι χρῆσθαι, τοὺς κεκτημένους ὠφελεῖ οὔτε ἡ φρονήσεως εὐτοκία, ἐὰν μὴ καὶ ἡμῖν αὐτοῖς τὰ ὠφέλιμα τίκτῃ. τοὺς μὲν γὰρ εἰσάπαν ἀξίους ἔκρινε τῆς συμβιώσεως αὐτῆς, οἱ δ’ οὔπω τὴν ἡλικίαν ἔδοξαν ἔχειν, ὡς ἐπαινετῆς καὶ σώφρονος οἰκουρίας ἀνέχεσθαι· οἷς τὰ προτέλεια τῶν γάμων ἐφῆκε ποιεῖσθαι, ἐλπίδα καὶ τοῦ θύσειν τοὺς γάμους παρασχοῦσα.