<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="96"><p><milestone unit="altref" n="20"/> „Εἶπε δὲ“ φησί „πρὸς αὐτόν· ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε
ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι"
(Gen. 15, 7). τοῦτ’ οὐχ ὑπόσχεσιν μόνον, ἀλλὰ καὶ παλαιᾶς ὑποσχέσεως
 βεβαίωσιν ἐμφαίνει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="97"><p>τὸ μὲν οὖν πάλαι δωρηθὲν ἀγαθὸν ἔξοδος ἦν <lb n="15"/>
ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογίας, ἥτις ἀνεδίδασκεν οὐ θεοῦ ἔργον,
ἀλλὰ θεὸν ὑπολαμβάνειν τὸν κόσμον εἶναι καὶ τό τε εὖ καὶ τὸ χεῖρον
ἅπασι τοῖς οὖσι φοραῖς καὶ τεταγμέναις περιόδοις ἀστέρων ἀριθμεῖσθαι
καὶ ἐνθένδε τὴν ἀγαθοῦ καὶ κακοῦ γένεσιν ἠρτῆσθαι — ταῦτα δ’ ἡ τῶν
κατ’ οὐρανὸν ὁμαλὴ καὶ τεταγμένη κίνησις τοὺς εὐχερεστέρους ἀνέπεισε <lb n="20"/>
τερατεύεσθαι· καὶ γὰρ τὸ Χαλδαίων ὄνομα μεταληφθὲν ὁμαλότητι
<note xml:lang="mul" type="footnote"><lb/>2 μιστω Pap
<lb/>3 ὀλυμπίας OAB ἔργον διανοίας Pap: διανοίας ἔργον codd. οὐκέτι πρὸς οὐδενὸς Pap: πρὸς οὐδενός οὐκέτι codd.
<lb/>4 δὲ] δάι Pap 
<lb/>5 αὐτῶν OAB οὐδὲν οὕτως Pap G: οὕτως οὐδὲν ceteri
<lb/>7 ακουλοθον Pap τοῦτο om. HP1 ἐνομίσθη] ἔδοξε OAB
<lb/>9 aute οἶς add. οἷς αἱ δούλων G 
<lb/>10 πάρα Pap
<lb/>11 δὲ ΑΒ αὐτῶ G
<lb/>12 εἶπεν Pap ος (εξηγαγε) σε Pap (?)
<lb/>13 εκ χωρας Pap: ἀπὸ χώρας G, ἐκ γῆς ceteri
<lb/>14 τοῦθ’ Pap τοῦτο OAB οὐχ om., sed οὐχὶ aiite μόνον habent PH1
<lb/>15 ἀγαθὸν] τῶ Ἁβραάμ ἀγαθόν D R, τῶ Ἀβραὰμ D H
<lb/>17 τὸν κόσμον εἶναι ὑπολαμβάνειν ΑΒ, εἶναι τὸν κόσμον ὑπολαμβάνειν Ο, ὑπολαμβάνειν εἶναι τὸν κόσμον D H (?)
<lb/>18 <add>ἐν</add> Mang. ex Mss. (?) ἅπασιν Pap οὖσιν Pap περιόδοις ἀστέρων GDH, περιόδοις ἄστρων D R: ἀστέρων περιόδοις ceteri ἀριθμεῖσθαι] ἁρμόττεσθαι coni. Mang.
<lb/>19 δ’ ἡ scripsi: δὴ GHPD, δέ Pap OAB
<lb/>20 κατ’] ἡ add. ante ὁμαλὴ AOBH2 ὁμαλὴ] μαλακὴ OAB τεταγμένη Pap D H2: ἐκτεταμένη ceteri ἀνέπεισε Pap D: ἔπεισε codd.
<lb/>21 Χαλδαῖον PD R μεταλημφθεν Pap ονοματητι Pap, ὁμαλότητα L</note> <note xml:lang="mul" type="footnote">15—23,13 D R fol. 47r Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος D H fol. Φίλωνος: τὸ μὲν πάλαι — διαδοχῆς.</note>  

<pb n="v.3.p.23"/>
παρωνυμεῖ —,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="98"><p>τὸ δὲ νέον ἀγαθὸν κληρονομῆσαι σοφίαν τὴν ἄδεκτον μὲν αἰσθήσει, νῷ δ’ εἱλικρινεστάτῳ καταλαμβανομένην, δι’ ἧς ἀποικιῶν ἡ
ἀρίστη βεβαιοῦται μετανισταμένης τῆς ψυχῆς ἀπὸ ἀστρονομίας ἐπὶ φυσιολογίαν
καὶ ἀπὸ ἀβεβαίου εἰκασίας ἐπὶ πάγιον κατάληψιν καὶ κυρίως
<lb n="5"/> εἰπεῖν ἀπὸ τοῦ γεγονότος πρὸς τὸ ἀγένητον, ἀπὸ τοῦ κόσμου πρὸς τὸν
ποιητὴν καὶ πατέρα αὐτοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="99"><p>τοὺς μὲν γὰρ τὰς γνώμας χαλδαΐζοντας οὐρανῷ πεπιστευκέναι, τὸν δ’ ἐνθένδε μεταναστάντα τῷ ἐπόχῳ τοῦ οὐρανοῦ
καὶ ἡνιόχῳ τοῦ παντὸς κόσμου, θεῷ, φασὶν οἱ χρησμοί. καλός
γε ὁ κλῆρος, μείζων ἴσως τῆς δυνάμεως τοῦ λαμβάνοντος, ἐπάξιος δὲ
<lb n="10"/> τοῦ μεγέθους τοῦ διδόντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="100"><p><milestone unit="altref" n="21"/> Ἀλλ’ οὐκ ἐξαρκεῖ χρηστὰ ἐλπίσαι καὶ θαυμάσια ἡλίκα προσδοκῆσαι τῷ σοφίας ἐραστῇ διὰ τῶν θεσπισθέντων· ἀλλ’ εἰ μὴ καὶ
τρόπον γνώσεται καθ’ ὃν ἐφίξεται τῆς τοῦ κλήρου διαδοχῆς, παγχάλεπον
  <milestone unit="altpage2" n="p. 487 M."/> ἡγεῖται, ἅτε διψῶν ἐπιστήμης καὶ ἀπλήστως ἔχων αὐτῆς· διὸ πυνθάνεται
<lb n="15"/> φάσκων· „δέσποτα, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν"
(Gen. 15,8) ;</p></div></div></body></text></TEI>