Προαγαγὼν δὲ αὐτὸν ἔξω φησίν· „ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, ἐὰν δυνηθῇς ἐξαριθμῆσαι αὐτούς. οὕτως ἔσται τὸ σπέρμα σου“ (Gen. 15, 5). παγκάλως εἶπεν „οὕτως ἔσται“, ἀλλ’ οὐ τοσοῦτον, τοῖς ἄστροις ἰσάριθμον. οὐ γὰρ τὸ πλῆθος αὐτὸ μόνον, ἀλλὰ καὶ μυρία ἄλλα τῶν εἰς εὐδαιμονίαν ὁλόκληρον καὶ παντελῆ βούλεται παρεμφῆναι. οὕτως οὖν ἔσται, φησίν, ὡς ἔχει τὸ 1 ὑπολαμβάνοντα scripsi: ὑπολαμβάνειν Pap GHP, ὑπολαμβάνει OAB φλιᾶς ΑΒ (Hoescbel ad Phrynicbum, v. Lobeck p. 259): φιλίας Pap (?) et ceteri 2 ἀπολίπηται GHP δὲ om. GHP 3 διωκισάμενος A, διωκησάμενος Β, διωκισμοῖς G τυγχάνῃ Turn.: τυγχάνοι Pap et codd. δέ om. Pap 4 MioCTJv codd. οὕτως ο φίλος Pap: ὁ φίλος οὕτως OABG, ὁ φάος οὖτος HP ἀδιαφορεῖν OAB ὁ ἔστι codd.: εστιν Pap ὅταν om. Ο ἕως] ὡς Pap 7 ἐξέλθοι ΑΒ σωματικῶς Par OHP: σωματικαῖς ABG 8 ὅταν Pap καθαρὸς Pap 9 ἀλλὰ] ἀλλ' ἡ GHP ἀπ’] ἐξ OAB 10. 11 ἔνδον Pap Η2· ἐνδεῖ ceteri 12 τῶν κατας Pap 13 post δοκεῖν add. δίκην G 14 καὶ αὐτοκράτορι γνώμηι Pap: γνώμη καὶ αὐτοκράτορι codd. 15 προσαγαγὼν OAB αὐτὸν om. Pap 16. 17 τοὺς—alterum ουτω)ς] 9 litterae evanidae, tum, ut vid., 3 lineae exciderunt, tum 4 litterae evanidae in Pap 16 αστηρας Pap ἐξαριθμῆσαι ex LXX Turn.: τοῦ ἀριθμῆσαι codd. N 18 post οὕτως ἔσται add. τὸ σπέρμα σου v 18 ἀριθμὸν Pap 18. 19 το πληθος αυτο Pap: αὐτὸ (αὖ Α) τὸ πλῆθος codd., αὐτό πλῆθος N 19 μύρια ἄλλα Pap: ἄλλα codd. N ὁλόκληρα OAB 20 παρεμφῆναι GHP1N: παραπεμφθῆναι OABP2, παρεμφαίνειν Pap (?) v 6 sqq. ἄνθρωπος ad sacerdotem refert et mystica ratione eadem interpretatur Orig. Homil. in Lev. IX 11 p. 244. 15—21,15 προαγαγὼν—σβέννυσθαι N fol. ὁρώμενον αἰθέριον, οὕτως οὐράνιον, οὕτως αὐγῆς γέμον ἀσκίου καὶ καθαρᾶς — οὐρανοῦ γὰρ ἀπελήλαται νὺξ καὶ αἰθέρος τὸ σκότος —, ἀστεροειδέστατον, εὖ διακεκοσμημένον, τάξει χρώμενον ἀκλινεῖ τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ. βούλεται γὰρ ἀντίμιμον οὐρανοῦ, εἰ δὲ χρὴ καὶ προσυπερβάλλοντα εἰπεῖν, οὐρανὸν ἐπίγειον ἀποφῆναι τὴν τοῦ σοφοῦ ψυχὴν ἔχουσαν ἐν ἑαυτῇ καθάπερ ἐν αἰθέρι καθαρὰς φύσεις, τεταγμένας κινήσεις, χορείας ἐμμελεῖς, θείας περιόδους, ἀρετῶν ἀστεροειδεστάτας καὶ περιλαμπεστάτας αὐγάς. εἰ δ’ ἀμήχανον αἰσθητῶν ἀστέρων ἀριθμὸν εὑρεῖν, πῶς οὐχὶ μᾶλλον νοητῶν; ἐφ’ ὅσον γὰρ οἶμαι τὸ κρῖνον τοῦ κρίνοντος ἄμεινον ἢ χεῖρον — νοῦς μὲν γὰρ ἄμεινον αἰσθήσεως, διανοίας δὲ ἀμβλύτερον αἴσθησις —, ἐπὶ τοσοῦτον καὶ τὰ κρινόμενα διενήνοχεν· ὥστε μυρίῳ πλήθει τὰ νοητὰ τῶν αἰσθητῶν ὑπερβάλλειν. τοῦ γὰρ ψυχῆς ὄμματος βραχυτάτη μοῖρα οἱ κατὰ τὸ σῶμα ὀφθαλμοί· τὸ μὲν γὰρ ἔοικεν ἡλίῳ, λυχνούχοις δὲ οὗτοι μελετῶσιν ἐξάπτεσθαι τε καὶ σβέννυσθαι. Ἀναγκαίως οὖν ἐπιλέγεται „ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6) πρὸς ἔπαινον τοῦ πεπιστευκότος. καίτοι, τάχα ἄν τις εἴποι, τοῦτ’ ἄξιον ἐπαίνου κρίνετε; τίς δὲ οὐκ ἄν τι λέγοντι καὶ ὑπισχνουμένῳ θεῷ προσέχοι τὸν νοῦν, κἂν εἰ πάντων ἀδικώτατος καὶ ἀσεβέστατος ὢν τυγχάνοι;