„εὐθὺς“ γάρ φησι „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν τῷ λέγειν· οὐ κληρονομήσει σε οὗτος“ (Gen. 15, 4), τῶν εἰς τὴν δι’ αἰσθήσεως δεῖξιν ἐρχομένων οὐδὲ εἷς· ἀσώματοι γὰρ φύσεις νοητῶν πραγμάτων εἰσὶ κληρονόμοι. παρατετήρηται δὲ ἄκρως τὸ μὴ „εἶπεν“ ἢ „ἐλάλησεν“ φάναι, ἀλλὰ τὸ „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν" ὥσπερ εὐτόνως ἐμβοήσαντος καὶ ἀρρήκτως ἐνηχήσαντος, ἵν’ εἰς πᾶσαν τὴν ψυχὴν διαδοθεῖσα ἡ φωνὴ μηδὲν ἔρημον ἐάσῃ καὶ κενὸν ὑφηγήσεως ὀρθῆς μέρος, ἀλλὰ πάντα διὰ πάντων ὑγιαινούσης μαθήσεως ἀναπλησθῇ. τίς οὖν γενήσεται κληρονόμος; οὐχ ὁ μένων ἐν τῇ τοῦ σώματος εἱρκτῇ λογισμὸς καθ’ ἑκούσιον γνώμην, ἀλλ’ ὁ λυθεὶς τῶν δεσμῶν καὶ ἐλευθερωθεὶς καὶ ἔξω τειχῶν προεληλυθὼς καὶ καταλελοιπώς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αὐτὸς ἑαυτόν. „ὃς γὰρ ἐξελεύσεται ἐκ σοῦ“ φησίν, „οὗτος κληρονομήσει σε (Gen. 15, 4)“. πόθος οὖν εἴ τις εἰσέρχεταί σε, ψυχή, τῶν θείων ἀγαθῶν κληρονομῆσαι, μὴ μόνον „γῆν,“ τὸ σῶμα, καὶ „συγγένειαν“, τὴν αἴσθησιν, καὶ "οἶκον πατρός" (Gen. 12, 1), τὸν λόγον, καταλίπῃς, ἀλλὰ καὶ σαυτὴν ἀπόδραθι καὶ ἔκστηθι σεαυτῆς, ὥσπερ οἱ κατεχόμενοι καὶ κορυβαντιῶντες βακχευθεῖσα καὶ θεοφορηθεῖσα κατά τινα προφητικὸν ἐπιθειασμόν· ἐνθουσιώσης γὰρ καὶ οὐκέτ’ οὔσης ἐν ἑαυτῇ διανοίας, ἀλλ’ ἔρωτι οὐρανίῳ σεσοβημένης κἀκμεμηνυίας καὶ ὑπὸ τοῦ ὄντως ὄντος ἠγμένης καὶ ἄνω πρὸς αὐτὸ εἱλκυσμένης, προϊούσης ἀληθείας καὶ τἀν ποσὶν ἀναστελλούσης, ἵνα κατὰ λεωφόρου βαίνοι 1 ἔφθασεν Pap ἀποστείλας OAB 2 τὴν 010. OABHP φησιν Pap 3 τὼ] τὸ PH1 4 φύσεις] φύσεις εἰς G φύσεις εἰς τά τὰ om. νοητά πράγματα OAB 5 εἰπεῖν Pap ὁ ἐλάλησεν Pap: ἐλάλησεν ἄκρως codd., ἐλάλησεν αὐτῷ Mang. θεοῦ om. Pap 7 ἐμβοήσαντος καὶ scripsi: εμβοησαντος Pap, καὶ codd. —9 ἐμβοήσαντος—μαθήσεως om. L 7 ἀρρήτως AOB 8 εασηι ἔρημον Pap 10 του Pap: om. codd. 12 καταλελοιπὼς hic habet Pap: post ἑαυτὸν lin. 13 transpos. codd. 13 φησίν post γὰρ transpos. codd. 14 σε] σοι OAB 16 τὴν addidi 17 σεαυτὴν Β 18 ὥσπερ Pap O: καθώσπερ ΑΒGΗ, καθάπερ P κατεχομενοι και κορυβανθιωντες (sic) Pap: κορυβαντιῶντες καὶ κατεχόμενοι codd. 19 προφοφητικὸν L καὶ ante ἐνθουσιώσης add. ΑΒ οὐκέτι codd. 20 οὐρανίῳ] αἰωνίω OAB καὶ ἐκμεμηνυίας codd. 20. 21 καὶ ὕπο του ὄντος οντης (sic) ἠγμένης Pap: om. codd. 21 αὐτὸ scripsi: ἀυτῶ Pap, αὐτὸν GHP, αὐτὴν OAB εἱλημένης G 22 ἀλήθειαν Α 4. 5 ἀσώματοι—κληρονόμοι N fol. 165v. τῆς ὁδοῦ, κλῆρος οὗτος. πῶς οὖν μετανίστασο τῶν προτέρων ἐκείνων,