καὶ ἐπελπίσαι τὴν παρὰ τοῦ μόνου σωτῆρος θεοῦ βοήθειαν. παγκάλως δὲ τὸν Δαμασκὸν οὐκ ἀπὸ πατρός, ἀλλ’ ἀπὸ μητρὸς τῆς Μασὲκ διασυνέστησεν, ἵνα διδάξῃ ὅτι ἡ ἔναιμος ψυχή, καθ’ ἣν ζῇ καὶ τὰ ἄλογα, τοῦ πρὸς γυναικῶν μητρῴου γένους οἰκεῖόν ἐστιν, ἄρρενος γενεᾶς ἀμέτοχον. ἀλλ’ οὐχ ἡ ἀρετὴ Σάρρα· μόνου γὰρ τοῦ πρὸς ἀνδρῶν μεταποιεῖται, ἐκ πατρὸς τοῦ πάντων θεοῦ μόνου γεννηθεῖσα ἡ ἀμήτωρ ἀρχή· „ἀληθῶς" γάρ φησιν „ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός" (Gen. 20, 12). Ἃ μὲν οὖν ἦν ἀναγκαῖον προακοῦσαι, διεπτύξαμεν· καὶ γὰρ εἶχεν ἀσάφειαν ἡ πρότασις αἰνιγματώδη. τί δὲ ὁ φιλομαθὴς ζητεῖ, διερμηνευτέον ἀκριβέστερον· μήποτ’ οὖν ἐστι τοιοῦτον, εἰ δύναταί τις ἐφιέμενος τῆς ἐναίμου ζωῆς καὶ μεταποιούμενος ἔτι τῶν κατ’ αἴσθησιν γενέσθαι τῶν ἀσωμάτων καὶ θείων πραγμάτων κληρονόμος. τούτων μόνος ἀξιοῦται ὁ καταπνευσθεὶς ἄνωθεν, οὐρανίου τε καὶ θείας μοίρας ἐπιλαχών, ὁ καθαρώτατος νοῦς, ἀλογῶν οὐ μόνον σώματος ἀλλὰ καὶ τοῦ ἑτέρου ψυχῆς τμήματος, ὅπερ ἄλογον ὑπάρχον αἵματι πέφυρται, θυμοὺς ζέοντας καὶ πεπυρωμένας ἐπιθυμίας ἀναφλέγον. πυνθάνεται γοῦν τὸν τρόπον τοῦτον· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα τὸ νοητὸν ἐκεῖνο, τὸ αὐτοδίδακτον, τὸ θεοειδές, ἆρά γε „ὁ οἰκογενής μου κληρονομήσει με“ (Gen. 15, 3), ὁ τῆς ἐναίμου ζωῆς ἔγγονος; τότε καὶ ἐπισπεύσας 1 του πατρὸς μου Pap: om. codd. 2 εξειλατο Pap: ἐξελέξατο G, ἐξείλετο ceteri δὲ codd. 3 ἑτέροις OG1H1P σκεδάσαι τὰς θεοσεβείας Pap: τἀς θεοσεβείας σκεδάσαι GHP, τὰς (τὰ Ο) θεοσημείας σκεδάσαι (σχεδάσαι Ο) OAB, mg. θεοσεβεῖς coni. Mang. 4 τὴν] τῆς GPH1 παρανομίαν OB 5 ἐκφυγεῖν] εὑρεῖν GPH1 ὁ θεοῦ Pap: om. codd. 7. 8 διέστησεν G, συνέστησεν OAB 8 διδάξηι Pap: δείξη codd. καιθην Pap τοῦ] τῶν Turn. 9 ἀμέτοχον Pap: ἀμέτοχος codd. 10 μεταποιεῖται Pap: μεταπεποίηται codd. 11 μόνη ΑΒ γενηθεῖσα G 14 ἣν ἀναγκαῖον Pap G: ἣν L, ἀναγκαῖον ἦν ceteri διακοῦσαι OAB 15 πρόφασις OAB αἰνιγματώδη om. Α 16 ἑρμηνευτέον Ο, διερευνητέον conicio μήποτε OAB 19 μόνος αξιουται Pap: ἀξιοῦται μόνος codd. 20 ἐπιτυχών OAB ἀλλὰ om. L 20. 21 καὶ τοῦ GHP: τοῦ OAB (Pap τοῦ vel καὶ?) 21 πέφυρται Pap: πεφύραται codd. 22 θυμοῦ ζεόντος OAB, θυμοῦ etiam PH1 23 τοῦτον Pap: om. codd., suppl. Turn. ante τὸν 23. 24 τὸ νοητὸν ἐκεῖνο τὸ αὐτοδίδακτον Pap: τὸ αὐτοδίδακτον, τὸ νοητὸν ἐκεῖνο codd. 24 το θε(οει)δες Pap: om. codd. 2.5 ἔκγονος GPH1 ὁ θεὸς ἔφθασε τὸν λαλοῦντα, τῆς ῥήσεως προαποστείλας ὡς ἔπος εἰπεῖν διδασκαλίαν.