ἆρ’ οὐχ ὅταν ἠδικηκότι μὲν ἑαυτῷ μηδὲν συνειδῇ, πάντα δ’ ὑπὲρ τοῦ κεκτημένου καὶ λέγοντι καὶ πράττοντι; πότε οὖν ἄξιον καὶ τὸν τοῦ θεοῦ δοῦλον ἐλευθεροστομεῖν πρὸς τὸν ἑαυτοῦ τε καὶ τοῦ παντὸς ἡγεμόνα καὶ δεσπότην ἢ ὅταν ἁμαρτημάτων καθαρεύῃ καὶ τὸ φιλοδέσποτον ἐκ τοῦ συνειδότος κρίνῃ, πλείονι χαρᾷ χρώμενος ἐπὶ τῷ θεράπων θεοῦ γενέσθαι, ἢ εἰ τοῦ παντὸς ἀνθρώπων γένους ἐβασίλευσε τὸ γῆς ὁμοῦ καὶ θαλάττης ἀναψάμενος ἀκονιτὶ κράτος; τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· „δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, 1 εστι Pap 3 ἀθροούμενον Α 4 ἐπάλληλα] ἀλλ’ ἐπάλληλα OAB 5 αἱ ἀρεταὶ ABH1P τωι Pap: om. codd. 7 δόκει Pap 8 ἡσυχάζη P, ἡσυχάζων v μανθάνει P 9 μεταδίδου Pap: μεταδιδοὺς GHP, μὴ μεταδιδοὺς OAB 10 οὐχ] οὑν οὐχ OAB 11 ἠδικηκότα L μηδέν] οὐδὲν AB συνῄδει G2, συνίδῃ HP δὲ codd. 12 καὶ πράποντι om. DL καὶ om. DL τοῦ θεοῦ codd. D: θεοῦ Pap 13 τε Pap D: om. codd. 13. 14 δεσπότην καὶ ἡγεμόνα D 14 post ἁμαρτημάτων add. τε Pap κακαθαρευη Pap, καθαρεύοι D ἐκ τοῦ] αὐτοῦ DL 15. 16 κρίνεσθαι θεοῦ (om. πλείονι— γενέσθαι) G θεοῦ γενέσθαι Pap: γενέσθαι θεοῦ codd. D 16 ἡ εἰ] ἧς ἡ G1P(H1), ἧς ὁ G2 ἐβασίλευσεν Pap DL τὸ om. OAB 17 θαλάσσης OBHP ἀκονιτὶ P: ακονειτι Pap, ἀκονητὶ OGH, ἀπονητὶ AB φιλοδεσποτας Pap 17. 18 θεραπείας καὶ λειτουργίας Pap: λειτουργίας καὶ θεραπείας codd. 18 ‘Aβραὰμ ABHP bic et saepius λόγον Β, ε Α 20 ἐνευλογηθήσεται τὸ σπερματι Pap 21 ἐπήκουσεν ΟΑΒ 8 Menander frg. 370 (Comicorum Atticorum fragm. ed. Kock III 107). 10—16 D fol. 265 (titulum non indicat Harris p. 91) D L fol. 121r Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος: πότε (τότε DL) ἄγει παρρησίαν—ἐβασίλυσε. καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου“ (Gen. 26, 3—5). μέγιστον δ’ ἐγκώμιον οἰκέτου μηδενὸς ὧν ἂν προστάξῃ ὁ δεσπότης ὀλιγωρεῖν, ἀόκνως δὲ καὶ φιλοπόνως ὑπὲρ δύναμιν πάντα σπουδάζειν αἰσίῳ γνώμῃ κατορθοῦν. εἰσὶ μὲν οὖν, οἷς ἀκούειν ἀλλ’ οὐ λέγειν ἐμπρεπές, ἐφ’ ὧν λέγεται „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9), πάγκαλον παράγγελμα. θρασύτατον γὰρ καὶ λαλίστατον ἀμαθία, ἧς πρῶτον μέν ἐστιν ἄκος ἡσυχία, δεύτερον δὲ προσοχὴ τῶν ἄξιόν τι προφερομένων ἀκοῆς.