φησὶ γοῦν ἄντικρυς· „ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν, οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’ ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· „ἐνεφύσησε“ γάρ φησιν „ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ ποιητοῦ λόγος ἔχει τυπωθῆναι. ὥστε διττὸν εἶδος ἀνθρώπων, τὸ μὲν θείῳ πνεύματι λογισμῷ βιούντων, τὸ δὲ αἵματι καὶ σαρκὸς ἡδονῇ ζώντων. τοῦτο τὸ εἶδός ἐστι πλάσμα γῆς, ἐκεῖνο δὲ θείας εἰκόνος ἐμφερὲς ἐκμαγεῖον. χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται "οὗτος Δαμασκὸς Ἐλιέζερ“ — ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός —, ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ τοῦ γένους ἡμῶν. οὐχ ὁρᾷς ὅτι καὶ Μωυσέως ὁ δεύτερος τῶν υἱῶν ὁμωνυμεῖ τούτῳ; „τὸ γὰρ ὄνομα“ φησί „τοῦ δευτέρου Ἐλιέζερ“, καὶ 1 γοῦν] γὰρ G ψυχῆι Pap 2 εὑ γε om. D, γε om. Pap προσνέμον D τῶ τῶν D (τῶ supra scr. D M) σαρκῶν Pap D: σαρκός codd. ὄγκῳ coni. Mang. τοῦ αἵματος OAB 3 οἰκείαν H2 οἰκείω Pap G2, add. mg. H2, DN: οἰκεῖον G1P, om. OAB ἐξ] ἐξῆς G ἤρτησεν Pap γενητοῦ HPDM: γεννητοῦ Pap AOBN, γε θνητοῦ G 3. 4 ἀλλ’ ὑπὸ Pap D: ἀπὸ codd. N 4 θεοῦ Pap D: θεοῦ δ’ ἄνωθεν codd. N 4. 5 ὁ—ὅλων om. O ὁ ψυχὴν] πνοὴν H, σάρκα DP ζῶσαν] ζωῆς Pap ἦ Η2: ἢ DM, εἰ Pap GP(H1)NDP, ἢν OAB καὶ om. D 7 λόγος] θεοῦ λόγος DP post τυπωθῆναι add. τὸν ἄνθρωπον D, fort. recte ὥστε om. D εἶδος Pap D: εἶναι γένος codd. N ὁ ἄνθρωπος DM 8 τὸ] τωι Pap, τῶ DM post πνεύματι add. καὶ OAB βίον, tum ras. D M τὸ] τωι Pap, τῶ G, τοῦτο DP 9 ζῶν, tum ras. DM ἐστιν πλάσμα Pap D: πλάσμα ἐστὶ codd. N δὲ om. HPN εἰκόνος om. DM 10 δέ codd. D οὐ μετρίως om. D μετρίας AB ὑποπεπλασμένος OAB 12 θεὸς Pap: ὁ θεὸς codd. N 13 post βοηθός add. μου Β ὁ GHPN: om. ceteri et Pap διαλυτὸς Pap HPN: εὐδιάλυτος ceteri 14 χεῖρα ὑπερέχοντος GH1(P1)N: χεῖρα ὑπέχοντος H2 (Par?), χάριν οἱ παρέχοντος OABP2 15 ἱδρυνθῆναι OABG2, δυνηθῆναι N 15. 16 τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N 16 τοῦ om. Pap τὸ γένος P 17 φησιν Pap 1—11 DP fol. 376 τίς ὁ θείων ἐστὶ κληρονόμος καὶ εἰς τὰ ἴσα καὶ ἐναντία τομῆς DM fol. 282r τοῦ αὐτοῦ τίς ὁ κληρονόμος καὶ εἰς τὰ ἴσα τῆς τομῆς τῆς ἐναντία τομῆς: φησὶν ὁ νομοθέτης ἄντικρυς· ψυχὴ πάσης (sic DP, ψυχὴ ἄντικρυς πάσης DM ceteris om.) — βοηθείας (τούτου add D τὴν αἰτίαν ἐπιφέρει· „ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ“ (Exod. 18,4). τοῖς δ’ ἔτι τῆς ἐναίμου καὶ αἰσθητῆς ζωῆς ἑταίροις ἐπιτίθεται ὁ σκεδάσαι τὰς θεοσεβείας δεινὸς τρόπος, ὄνομα Φαραώ, οὗ τὴν παρανομίας καὶ ὠμότητος μεστὴν δυναστείαν ἀμήχανον ἐκφυγεῖν ἄνευ τοῦ γεννηθῆναι τὸν Ἐλιέζερ ἐν ψυχῇ