Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31). ἆρ’ οὐχ ὅταν ἡ ψυχὴ κυοφορῇ καὶ τίκτειν ἄρχηται τὰ ψυχῇ πρέποντα, τηνικαῦτα ὅσα αἰσθητὰ στειρούμενα ἀτοκεῖ, οἷς πρόσεστιν ἡ ἐκ φιλήματος ἀλλ’ οὐχ ἡ διὰ γνησίου φιλίας ἀποδοχή; ταύτης οὖν τῆς κατ’ αἴσθησιν ζωῆς, ἣν καλεῖ Μασέκ, υἱὸς ἕκαστος ἡμῶν ἐστι τιμῶν καὶ θαυμάζων τὴν τροφὸν καὶ τιθήνην τοῦ θνητοῦ γένους, αἴσθησιν, ἣν καὶ ὁ γήινος νοῦς, ὄνομα Ἀδάμ, ἰδὼν διαπλασθεῖσαν τὸν ἑαυτοῦ θάνατον ζωὴν ἐκείνης ὠνόμασεν. „ἐκάλεσε“ γάρ φησιν „Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων“ (Gen. 3, 20), τῶν πρὸς ἀλήθειαν τὸν ψυχῆς τεθνηκότων δήπου βίον. οἱ δὲ ζῶντες ὄντως μητέρα μὲν ἔχουσι σοφίαν, αἴσθησιν δὲ δούλην πρὸς ὑπηρεσίαν ἐπιστήμης ὑπὸ φύσεως δημιουργηθεῖσαν. ὄνομα δὲ τοῦ γεννηθέντος ἐκ ζωῆς, ἣν ἐκ φιλήματος ἐγνωρίσαμεν, διασυνίστησι Δαμασκός — τὸ δὲ μεταληφθέν ἐστιν αἷμα σάκκου —, σφόδρα δυνατῶς καὶ εὐθυβόλως σάκκον μὲν τὸ σῶμα αἰνιξάμενος, αἷμα δὲ ζωὴν τὴν ἔναιμον. ἐπειδὴ γὰρ ψυχὴ διχῶς λέγεται, ἥ τε ὅλη καὶ τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ κυρίως εἰπεῖν ψυχὴ ψυχῆς ἐστι, καθάπερ ὀφθαλμὸς ὅ τε κύκλος σύμπας καὶ τὸ κυριώτατον μέρος τὸ ᾧ βλέπομεν, ἔδοξε τῷ νομοθέτῃ διττὴν καὶ τὴν οὐσίαν εἶναι ψυχῆς, αἷμα μὲν τῆς ὅλης, τοῦ δ’ ἡγεμονικωτάτου πνεῦμα 2 Ῥαχιὴλ codd. (Pap?) σπείρα Pap ἆρ᾿ OAB, αρα Pap: ἀλλ’ GHP 2. 3 κυοφορῇ καὶ] ras. 1 litt. G 3. 4 σπειρουμενα Pap 4 οἷς] ἧς H ἐκ] ἐμ Pap καταφιλήματος H2 4. 5 ἀλλ’—φιλίας om. H1P 4 οὐχ ἡ] οὐχὶ G διὰ] ἐκ H2 5 φιλίας Pap: φιλήματος OABGH2 αποδοχης Pap post αἴσθησιν add. διαδοχῆς Pap ὁ υἱὸς] εἷς G εστιν Pap 7 τιθήνην Pap GP: τιθηνόν ceteri τοῦ] καὶ του Pap 8 διαπλησθεῖσαν G1PH1 ἐκείνης OABP: ἐκείνην Pap GH 8. 9 ὠνόμασε ἐκάλεσεν Pap 9 τὸ et τῆς hab. Pap: om. codd. ζωὴ HP: ζωῆι Pap, ζωὴν ceteri 10 alt. τῶν] τὸν O, secl. Mang. 11 τὸν OGH2: τῆς PH1, τὸν τῆς ΑΒ, om. Pap ψυχῆς om. Pap τεθνηκετων (sic) δήπου Pap: δήπου τεθνηκότων codd. 14 δαμασκος Pap: δαμασκὸν codd. 14. 1.5 τὸ δ’ ἐστὶ μεταληφθὲν om. OAB δε μεταλημφθεν εστιν Pap: δ’ ἐστὶ μεταληφθὲν GHP 15 συνετῶς Mang. 17 καὶ] τε καὶ G e corr. εἶπε PH1 18 ψυχὴ om. H1P εστιν Pap N 19 κυριώτερον μέρος ὦ Ο τὸ om. N βλέπωμεν Pap διττὴν Pap: διπλῆν codd. N 19. 20 εἶναι καὶ τὴν οὐσίαν HP 20 τῆς ψυχῆς HP τῆς Pap: τὸ τῆς codd. N δὲ codd. ἡγεμονικοῦ τὸ coni. Mang. 1 sqq. Orig. Comment. in Gen. p. 41 (ad eundem locum): κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν . . . . 16—14,16 ἐπειδὴ—τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N fol. 165r. θεῖον.