<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="46"><p>τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις
δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ
<lb n="25"/> πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν
<note xml:lang="mul" type="footnote"><lb/>2 παιδεύονται Ο, om. ΑΒ post παιδεύονται add. καὶ Ο οὐ φιλεῖν] ὀ φίλας G
<lb/>3 περιπόθητον Mang. per errorem δὲ Pap
<lb/>5 ἀπηρτηκὼς OAB ὁ ου Pap: οὐ γὰρ ceteri
<lb/>7 καταφιλεῖν H καὶ om. G
<lb/>10 καὶ φιλησον οντως Pap: om. codd. βουλήσει Pap ποθεῖν coni. Mang.
<lb/>11 σῷ om. H
<lb/>12 αἰ Pap: om. codd.
<lb/>13 καὶ om. Η τὸ] yap Pap
<lb/>14 δυνηθῇ OAB δυνηθῆις λύτρα καὶ σῶστρα Pap πρὸς ποίου Β, πρὸς ποίους L, προσποιῇ coni. Mang. <add>ὅμως</add> προσποιῇ coni. Cohn
<lb/>15 νυν Pap: om. G, οὑν ὁ] ἢ OAB
<lb/>16 γαμβρὸν Mang.: Αἀρὼν Pap et codd. Μωυσῆς Mang.: Μουσῆν Pap, Μωσἐα codd. τῆς ψυχῆς codd.
<lb/>17 φιλήσας OAB
<lb/>19 γένεσιν πᾶς μεθόριον Pap
<lb/>20 τὰς] τὰς τοῦ ΑΒ
<lb/>21 οὐδὲ bis Pap ὲν Pap: om. codd.
<lb/>22 Ἅιδου OAB (Pap?): ἀδύτοις GHP μὲν Pap HP: μὲν ἀνέβη ceteri 
<lb/>23 καὶ Pap GHP: τε καὶ OAB
<lb/>24 δὲ codd. τῆς] τοῦ H ὑποστρέφει OAB, ἐπιρρέπει coni. Mang. τουτ’ Pap
<lb/>25 ταῖς ὁλκαῖς coui. Mang. post ὅλοις Pap add. περιττὰ, G ἀρίσση. ntrumque dittographia vocis βρίσῃ videtur esse; περιττεύσῃ pro βρίσῃ coni. Cohn συνεπισπανθὲν H2</note>  

<pb n="v.3.p.12"/>
 τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="47"><p>Μωυσῆς δὲ
τὸ τῆς πρὸς θεὸν ζωῆς γένος ἀκονιτὶ στεφανώσας εἰς ἐπίκρισιν τὰ λοιπὰ
ἄγει δυσὶν ἀπεικάζων γυναιξίν, ὧν τὴν μὲν ἀγαπωμένην, τὴν δὲ μισουμένην
 καλεῖ προσφυέστατα θεὶς ὀνόματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="48"><p>τίς γὰρ οὐ τὰς δι’ ὀφθαλμῶν,
τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ <lb n="5"/>
ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν,
ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ
παιδιᾶς ἀμέτοχον, συννοίας καὶ <milestone unit="altpage1" n="p. 480 M."/>  φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ
θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω,
ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου; <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="49"><p> πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς. <milestone unit="altref" n="10"/> ὁ
δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ
τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται,
φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν
ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι <lb n="15"/>
τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς, — νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ
πολιὸς γένοιτο —, ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ
 παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15—17).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="50"><p>τὴν
δὲ τροπικωτέραν τούτων ἀπόδοσιν ἐν ἑτέροις εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα
τῶν ἐν χερσὶ τρεψώμεθα ἐκεῖνο προϋποδείξαντες, ὅτι τῆς μισουμένης ὁ <lb n="20"/>
θεὸς λέγεται τὴν μήτραν διοίξας γένεσιν ἀστείων ἐπιτηδευμάτων καὶ
καλῶν ἔργων ἀνατεῖλαι, τῆς φιλεῖσθαι νομιζομένης αὐτίκα στειρουμένης.
<note xml:lang="mul" type="footnote"><lb/>1 post ζωῆς add. αντηεν Pap, quod fort. ex voce ἐναντίας natum est; ἀντίπαλον coni. Cohn Μωτῆς codd. δὲ om. Pap
<lb/>2 ἀκονητὶ BG ἐπίκρισιν] τὴν supra scr. G2 2.
<lb/>3 τα λοιπα αγειν (sic) Pap: ἄγει τὰ λοιπὰ codd.
<lb/>3 δυσὶν] δ’ ἐστὶν OAB 
<lb/>4 προσφυέστατα θεὶς ὀνόματα Pap: θεὶς ὀνόματα προσφυέστατα codd.
<lb/>5 δὲ Pap alterum δ’ Pap OAB: om. GHP ὁ τἀναντία G, τὴν ἐναντίαν OAB
<lb/>7 ὀλιγοδέειαν HP ἔτι μονωτικὸν coni. Mang.
<lb/>9 ἀμαθείας OG, ἀμαθία Β ἐχθρῶν χρημτω μὲν Pap ἡδονῶν GHP (Pap?): ἡδονῆς OAB κρείττων G 
<lb/>10 πλούτου] τρόπον G2P2
<lb/>11 post ἀεὶ add. τῆς φρονήσεως OAB, mg. P2 της μεισουμενης ἀρέτης Pap: om. codd. ὁ] οἱ Pap
<lb/>12 Μούσης Pap: Μωσῆς codd. εἰ] εἰ δὲ Pap, εἰ δὴ conicio νεώ Η1, νεώτερος P καὶ ταυτα φυσει Pap: καὶ τὰ φύσει GH1P, τὰ φύσει Η2, τὰ φύσει τίμια OAB, καὶ ταῦτα <add>ἅτε φύσει</add> conicio, καὶ et φύσει secl. Cohn πρεσβειῶν GHP
<lb/>14 ἀγαπωμένη v 
<lb/>15 πρεσβειῶν HP
<lb/>16 οὕτως Pap
<lb/>17 πολιὸς scripsi: πολιὸς Pap, ceteri γένοιτο Pap: ἐγένετο codd. φρονήσεως πρεσβύτερον Pap: πρεσβύτερον φρονήσεως GHP, πρεσβυτέρας φρονήσεως OAB
<lb/>18 ως διμοιρειαν απονειμαι Pap: ὦ διμοιρίαν ἀπένειμε codtl.
<lb/>19 αποδωσις Pap
<lb/>20 τρεψόμεθα Pap G προσυποδειξαντες Pap
<lb/>21 διανοίξας G, ἀνοίγειν OAB 21—13,1 γίνεσιν—αὐτῆς om.</note>  

<pb n="v.3.p.13"/>
„ἰδὼν“ γάρ φησι „κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς·
</p></div></div></body></text></TEI>