ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται. τίς οὖν ἐστιν ἡ ἐκ φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, ἧς ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι 1 ἰσόχρονον HP κόσμου OAB 2 τῆς ψυχῆς OGHP, τῆς ψυχικῆς ΑΒ γενήσεως G, γενέσεως τε Pap, pro τε fort. scrib. ὥστε vel τε transpon. post σπορᾶς καὶ μοιραθέντες GHP: καὶ μοιρανθεντες Pap, οἳ καὶ μακρυνθέντες OAB, ὧν μοιραθέντες coni. Mang. ὑφ’] ἀφ’ OAB 3 εξεληλασαν Pap οἷς] οὑς OAB, 2 in mg. 3. 4 τὸν παῖδα Pap: τὸν δοῦλον prius Η, τῶν δούλων ceteri 4 ἀκακία Pap: ἀποικία cocid. τιθηνός codd. ἄβαστοι G, ἄπλαστοι coni. Mang. ὁ ὁ om. P Μασὲκ] μου OAB, Μασὲκ κατὰ G 7 κληρονόμος γενέσθαι ἱκανός OAB 8 ἔλαβον OABGP: ἔλαχον Pap (?) H 9 ἤλπιζον coni. Mang. 10 ἡ] ὁ O ὁ υἱὸς αὐτῆς OAB 10. 11 σκεπτέον Pap 11 Μασεκ Pap: ὁ Μσὲκ Ο, ἡ Μασὲκ ceteri δὲ Pap H2: τοίνυν OAB, om. GH1P 12 ἐνῶσιν Pap: αἵρεσιν OAB, εὕρεσιν GHP ἁρμοζομένης Pap αἰ εὐνοία H: εὐνοίας Pap, εὔνοιαν GP, εἰς εὔνοιαν OA, εἰς ἔννοιαν B 12. 13 επιπολεον καὶ ψειλην Pap: ψιλὴν καὶ ἐπιπόλαιον codd. 13 ἐς HP ταὐτὸν codd. συναγαγουσης Pap: συναγούσης codd. 14 οὐκέτι OAB οὐκ ἔστι τὸ κύπτειν om. Pap οὐδὲ Pap 15 ἢν πάντως Pap: οὐκέτι OAB, om. GHP οὐδὲ Pap ὁ om. Pap οὐδὲ Pap 16 τὸ φιλεῖν om. Pap ἥκοντες L 17 τινες om. Pap ταῖς] καὶ G ουν Pap: δὲ ΑΒ, δ’ ccteri 17. 18 ἡ ἐκ φιλήματος bis hab. G 18 συσταθεῖσα Pap: συντεθεῖσα Η2, συνταθεῖσα ceteri 19 (υπ)οκρυψαμενος Pap ἡ Μάσεκ προσαγορευομένη coni. Mang. πᾶσαν πᾶσα Turn. ᾠκειωμένη coni. Cobn 20 θεραπανιααδε Pap νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν, ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι. Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν· „οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας“ (Gen. 31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως ἐπαιδεύθημεν. ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν, καταφιλεῖν. „μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς, καὶ κατέφαγες τὸ ἀργύριον“ (Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους φιλήσει· „ἐφίλησε“ γάρ φησιν „αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους“ (Exod. 18, 7). ζωῆς δὲ τριττὸν γένος, τὸ μὲν πρὸς θεόν, τὸ δὲ πρὸς γένεσιν, τὸ δὲ μεθόριον, μικτὸν ἀμφοῖν. τὸ μὲν οὖν πρὸς θεὸν οὐ κατέβη πρὸς ἡμᾶς οὐδὲ ἦλθεν εἰς τὰς σώματος ἀνάγκας. τὸ δὲ πρὸς γένεσιν οὐδ’ ὅλως ἀνέβη οὐδ’ ἐζήτησεν ἀναβῆναι, φωλεῦον δὲ ἐν μυχοῖς Ἅιδου τῷ ἀβιώτῳ βίῳ χαίρει.