ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως. ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν. ἱκέτης οὖν γίνομαι καὶ ποτνιῶμαι, ἵνα σπερμάτων καὶ ἐμπυρευμάτων ὑποτυφομένων τὸ ἀρετῆς ἀνακαίηται καὶ ἀναφλέγηται σωτήριον φέγγος, ὃ λαμπαδευόμενον 1 ἀνομβροῦσαι Pap: ἀναβρύουσαι codd. ἀίει Pap: ἀεὶ codd. πλημυροντα Pap 2 σῶν om. OAB 4 οὑν scripsi: οὐ Pap GHP, γὰρ OAB 5 οὐ κατά μέτρον HP αμετρον Pap επιρροιης Pap ὁ θνητὴ φύσις OAB δύνατον Pap: δύνατον GHP, ἀδύνατος OAB 7 γὰρ] γοῦν Mang. λοιπὸν Pap GH2: om. ceteri μαθεῖν scripsi: μαυειν Pap, σχεῖν H2, om. ceteri τε καὶ] τέκνον OAB τοῦτο Pap ἐστὶ codd. 8 ευεργησιων (sic) Pap: ἔργων codd. καὶ seclusi, aut scrib. καὶ χαρίτων η Pap: codd. 10. 11 πολυχρόνιον GHP 11 λαβέσθαι G 12 ἐχυρωτάτας ἀποτεῖναι εἰς τὸ κάτω conicio ἐχυρότητος Pap G: ὁχυρότατος Β, ὀχυρότητος ceteri ἕνεκ’ ΑΒΗP ἀποτεῖναι ΑΒΒP Pap(?): ποτ’ εἶναι G, ἀποκτεῖναι Ο 13 ἀνεγεῖρον scripsi: ἀνεγείρων Pap GHP, ἀνεγείρω OAB ἀρετὴν] ψυχὴν coni. Mang. βαίνειν μέν] βαίνειν HP, καὶ νῦν G 15 διαμένῃ Pap: διαμένει G, διαμένοι ceteri ἄτεκνον] ἄπαιδα OAB σπείραν Pap οἶδ’ ὅτι HP (ὅτι del. P)G1(?): ὄιδα ὅτι Pap, ὁ ἰδιώτης G2, οἶδα OAB 16 φέρων] σπείρων coni. Mang. ἐπεὶ καὶ] καὶ ἔπι Pap 17 ἐξαιρέτων Pap στηρωθηναι Pap 18 ἀτονῆσαι G2 19 ἐμαυτῶι Pap, ἑαυτοῦ O, ἐν ἐμαυτῷ 20 καλοῦ] λοῦ in ras. Η2, κακοῦ Β, κακῶς O περιιδὼν Pap ἱκέτις Η 21 τὸ] τὰ G ἐπαλλήλοις διαδοχαῖς ἰσοχρόνιον γενήσεται κόσμῳ. ζῆλον καὶ τοῖς ἀσκητικοῖς ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’ ἡδονῆς ἐξελάλησαν εἰπόντες· „τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου“ (Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων εὐπαράδεκτοι χαρακτήρων. δίδαξον δέ με κἀκεῖνο, εἰ „ὁ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου“ τῶν σῶν χαρίτων ἱκανὸς γενέσθαι κληρονόμος ἐστίν. ἐγὼ γὰρ ἄχρι νῦν τὸν μὲν ἐλπιζόμενον οὐκ ἔλαβον, ὃν δ’ ἔλαβον, οὐκ ἐλπίζω. Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν ἐμφαίνειν.