"τί μοι δώσεις;" ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν ἀπαντλουμένων ἀνομβροῦσαι. σκοπεῖν δὲ ἄξιον οὐ μόνον τὸν αἰεὶ πλημμυροῦντα χειμάρρουν τῶν σῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὰς ἀρδομένας ἡμῶν ἀρούρας· εἰ γὰρ περιττὸν ἀναχυθείη τὸ ῥεῦμα, λιμνῶδες καὶ τελματῶδες ἀντὶ καρποφόρου γῆς ἔσται τὸ πεδίον. πρὸς εὐφορίαν οὖν μεμετρημένης, ἀλλ’ οὐκ ἀμέτρου δεῖ τῆς ἐπιρροῆς ἐμοί. διὸ πεύσομαι „τί μοι δώσεις“ ἀμύθητα δοὺς καὶ σχεδὸν πάντα ὅσα θνητὴν φύσιν χωρῆσαι δυνατὸν ἦν; ὃ γὰρ λοιπὸν ἐπιζητῶ μαθεῖν τε καὶ κτήσασθαι, τοῦτ’ ἐστίν, τίς ἂν γένοιτο ἄξιος τῶν σῶν εὐεργεσιῶν [καὶ] κληρονόμος. ἢ „ἐγὼ ἀπολυθήσομαι ἄτεκνος“ (Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος ἀνεγεῖρον μετεωρίσαι; τὴν γὰρ ἀνθρωπίνην ἀρετὴν βαίνειν μὲν ἐπὶ γῆς, φθάνειν δὲ πρὸς οὐρανὸν ἀναγκαῖον, ἵν’ ἐκεῖ τῆς ἀφθαρσίας ἑστιαθεῖσα τὸν ἀεὶ χρόνον ἀπήμων διαμένῃ.