τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν; ἀλλὰ σύ μοι, δέσποτα, ἡ πατρίς, σὺ ἡ συγγένεια, σὺ ἡ πατρῴα ἑστία, σὺ ἡ ἐπιτιμία, ἡ παρρησία, ὁ μέγας καὶ ἀοίδιμος καὶ ἀναφαίρετος πλοῦτος. 1 τὴν] τὴν τοῦ OAB δέσποτα P εὐλαβῶς Pap G, prius H: εὐσεβῶς ceteri καιρίως Pap HP 2 ταῦτ’ Pad G: ταῦτα ceteri εἶναι Pap G: om. ceteri ὁ δεσπότης Mang. per errorem τὸ om. OAB 3 αἱ κλήσεις] κεκλῆσθαι Pap διαφέρουσιν H 4 βεβαίου ΑΒ 5 τὸ Pap: om. codd. 7 ἀνημμένον ἀπάντων Pap GHP: ἀνειμένον (post εἰ ras.) ἀπάντων Ο, ἀπάντων ἀνειμμένον ΑΒ (ει in ras. Α) 8 δεσμός Mang.: δεσμῶν Pap, δεσπότης codd. 9 διαλυτὰ ὄντα scripsi: ἃ διαλύεται G (sed ἃ supra scr. G2), διαλύοντα ceteri et Pap αὐτῶν OAB ὁ δὴ] ὦ δὴ H, οδεδε Pap, ὁ δὲ Mang. 12 τυγχάνω vel ἐντυγχάνω σοι Cohn 12 ἐθέσπισας OAB (Pap)?: θεσπίσας G1H1P, ὁ θεσπίσας G2H2 13 εδωκας Pap: δέδωκας codd. ἡνίκα om. Α1Β, ἃ Α2 14 φθεγξ(ασθαι) Pap: φθέγγεσθαι codd. ἀπεραμμένον Pap OB διήνοιξας OAB ἐπιπλέον codd.: επιπλειστον Pap 15 ἀρθρώσας G Χρήμων Pap 16 ἐκεῖνον om. OAB σε om. G 17 λαλήσειν] ποιῆσαι OAB λόγον ABG1, λόγων G2 18 ἀγαθῶν H τελεώτερον Pap: τελειότερον codd. 20 alterum καὶ] τε καὶ OAB 20. 21 νομίζουσιν coni. Mang. 21 alterum σὺ om. Pap 21. 22 tertium σὺ ἡ — παρρησία om. Pap 22 περιουσία coni. Mang. αναι(ρε)τος Pap πλοῦτος] κλῆρος Pap 8. 9 Platonis Tim. p. 41 Α. διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην συμφωνίαν. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι. τὴν γὰρ οὐδένειαν τὴν ἐμαυτοῦ μετρεῖν ἔμαθον καὶ τὰς ἐν ὑπερβολαῖς ἀκρότητας τῶν σῶν εὐεργεσιῶν περιβλέπεσθαι· καὶ ἐπειδὰν "γῆν καὶ τέφραν" καὶ εἴ τι ἐκβλητότερον ἐμαυτὸν αἴσθωμαι, τηνικαῦτα ἐντυγχάνειν σοι θαρρῶ, ταπεινὸς γεγονώς, καταβεβλημένος εἰς χοῦν, ὅσα εἴς γε τὸ μηδ’ ὑφεστάναι δοκεῖν ἀνεστοιχειωμένος. καὶ τοῦτό μου τὸ πάθος τῆς ψυχῆς ἐστηλογράφησεν ἐν τῷ ἐμῷ μνημείῳ ὁ ἐπίσκοπος Μωυσῆς. "ἐγγίσας" γάρ φησιν "Ἀβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός" (Gen. 18, 27), ἐπειδὴ τότε καιρὸς ἐντυγχάνειν γένεσιν τῷ πεποιηκότι, ὅτε τὴν ἑαυτῆς οὐδένειαν ἔγνωκεν. τὸ δὲ "τί μοι δώσεις;" οὐκ ἀποροῦντός ἐστι φωνὴ μᾶλλον ἢ ἐπὶ τῷ πλήθει καὶ μεγέθει ὧν ἀπήλαυκεν ἀγαθῶν εὐχαριστοῦντος.