<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="21"><p>τοῦτο <lb n="10"/>
δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ
σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην.
παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ
φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται
Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα <lb n="15"/>
διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν
γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="22"><p><milestone unit="altref" n="6"/>Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται.
τὸ μὲν γὰρ „τί μοι δώσεις;” (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ
„δέσποτα” εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ <lb n="20"/>
αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν,
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὸν om. Pap
<lb/>2 αὐτὸν om. IIP ὤσει ἄραι Pap: καθὰ αἴρει G, καθὰ ἄρη ceteri Ν τιθηνη Pap
<lb/>4 κλαίουσιν Pap: κλαίει codd. N 4.
<lb/>5 τὸ (τ del.) ὄψος Pap: τὸ ὄψον codd. N
<lb/>7 αφ οὐ ἐγὼ πορεύομαι Pap προς Φαραω λαλήσαι Pap: λαλήσαι κλῇσαι N) πρός Φαραὼ codd. N τὼ ὀνόματι σου Pap 
<lb/>8 ἐκάκωσας N tco λαὼ G ἐρύσω Pap HP
<lb/>9 ταῦτ’ ἄρα καὶ conicio γὰρ] οὑν N 9.
<lb/>10 τῶν βασιλέων εαμμερει Pap
<lb/>10 δ’ Pap: τὸ δ’ codd. ἀποφαίνεται Pap πρὸς] πρὸ Pap θαρρῆσαι codd. λαλῆσαι 0) 10.
<lb/>11 τοῦτον ἄρα Pap
<lb/>11 ἄρ’ ἢν N πέρας Η: περ ceteri et Pap, om. N ἀπλῶς OABP2: αὐτὸ GHP1, αὐτῶ N, om. Pap ἀλλὰ ABH αὐτῷ om. N διὰ τί; ὅτι OABGN
<lb/>12 πάντα N τὸν ἱερώτατον νομοθέτην scripsi: τὸ τὸν Pap) ἱερώτατον νομοθέτημα Pap et codd. N
<lb/>13 πρὸς prius] πρὸ Pap πρὸς alterura om. Pap, fort. recte
<lb/>14 ἐν om. N <add>θεοῦ</add> φίλος conicio φίλος om H1P
<lb/>15 Μωυσῆς Pap G: Μωσῆς ceteri N ἵνα OAB θάρρει Pap
<lb/>16 προφέρεσθαι Pap: προσφέρεσθαι codd. Ν δοκεῖ Β
<lb/>17 φίλους Pap 
<lb/>18 θαρροῦν codd.
<lb/>20 δεσποτα Pap: ὦ δέσποτα codd. εὐλάβεια Pap χρήσασθαι Pap, fort. recte μάλιστα διτταῖς Pap: διτταῖς αἰτίαις codd.
<lb/>21 αἰτίου Pap (Mang.): αἰτίου καὶ codd. προσρήσεσιν Pap τῆ τε τοῦ θεοῦ καὶ Tfj τοῦ κυρίου codd.</note> <note xml:lang="mul" type="footnote">11.
<lb/>12 DR fol. 261v DV p. 693 Φίλωνος: πᾶς σοφὸς θεοῦ φίλος ἐστίν (τῷ ὄντι add. DV).</note>  

<pb n="v.3.p.7"/>
ἀλλὰ τὴν δεσπότου, λίαν εὐλαβῶς καὶ σφόδρα κυρίως· καίτοι συνώνυμα
ταῦτ’ εἶναι λέγεται, κύριος καὶ δεσπότης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="23"><p>ἀλλ’ εἰ καὶ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν ἐστιν, ἐπινοίαις αἱ κλήσεις διαφέρουσι· κύριος μὲν γὰρ
παρὰ τὸ κῦρος, ὃ δὴ βέβαιόν ἐστιν, εἴρηται, κατ’ ἐναντιότητα ἀβεβαίου
<lb n="5"/> καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι — ὥστε
τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ
κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον
ἱκανὸν ἐμποιῆσαι —, τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι
συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="24"><p>ὁ δὴ <lb n="10"/> φάσκων „δέσποτα, τί μοι δώσεις“ δυνάμει ταῦτα διεξέρχεται· οὐκ ἀγνοῶ
σου τὸ ὑπερβάλλον κράτος, ἐπίσταμαι τὸ φοβερὸν τῆς δυναστείας, δεδιὼς
καὶ τρέμων ἐντυγχάνω καὶ πάλιν θαρρῶ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="25"><p>σὺ γὰρ ἐθέσπισάς μοι μὴ φοβεῖσθαι, σύ μοι γλῶσσαν παιδείας ἔδωκας τοῦ γνῶναι ἡνίκα δεῖ
φθέγξασθαι, σὺ τὸ στόμα ἀπερραμμένον ἐξέλυσας, σὺ διοίξας ἐπὶ πλέον
<lb n="15"/> ἤρθρωσας, σὺ τὰ λεκτέα συνεβίβασας εἰπεῖν τὸν χρησμὸν βεβαιούμενος
ἐκεῖνον· „ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις
  <milestone unit="altpage2" n="p. 477 M."/> λαλήσειν“ (Exod. 4,12).</p></div></div></body></text></TEI>