καὶ γὰρ οὗτος ἱερὸς ἔχων τὴν ἀναφορὰν οὐκ ἐπ’ ἀνθρώπους, ἀλλ’ ἐπὶ τὸν σπορᾶς καὶ γενέσεως τοῖς ὅλοις αἴτιον, παρ’ ὃν μήτηρ τε καὶ πατὴρ γεννᾶν ἔδοξαν, οὐ γεννῶντες, ἀλλ’ ὄργανα γενέσεως ὄντες. μεθόριος δ’ ὁ θεσμὸς οὗτος ἐγράφη τῆς τε πρὸς εὐσέβειαν τεινούσης πεντάδος καὶ τῆς ἀποτροπὰς τῶν πρὸς τοὺς ὁμοίους ἀδικημάτων περιεχούσης, ἐπειδήπερ 1 οὐ δύο scripsi: ouo’ Pap, δύο codd. 2 παιδευθηνεται καὶ Pap 3 μόνου Pap: om. codd. b ἀυταῖς Pap: ταύταις codd. εἰσιν Pap ὁ ἕτερα Pap: δευτέρα codd. 8 εστιν Pap 9 alt. ὁ Pap: om. codd. 10 αἷς Pap : ἃς codd. Mouarj? codd. ἐξήλασεν Pap 11 καθ’ αὐτὸν Pap: κατ’ αὐτὸν codd. αὐτοῖς codd. ποιησάμενος GIPP, ψήφῳ s. s. U- - ἴνα Pap 12 ὁ Pap: om. codd. 13 οὐ τοῦ addidi, -οὐχ ὃ Mang. ὃ οὐδ’ ἦλθεν Pap ΑΒ: ὁ οὐ διῆλθεν GP-, οὐχ διῆλθεν IP, διῆλθεν H^P’ τὸ ὂν Pap: τοὔνομα codd. 14 διειρηδιείρηταί Pap (Mang.): ἀεί. εἴρηται codd. 15 ὁ Pap: om. codd. ἀεὶ παρθένου ΑΒ 19 γενήσεως, γεννήσεως Β (Mang.) 20 γεννήσεως Mang. 20. 21 θεσμὸς Pap: yρησμὸς codd. 21 ἐγράφη Pap: ἐτάγη codd. τε om. B τεινουτεινούσης Pap: τε ἴσης G, ἴσης HP, ἴσως ΑΒ, οὔσης v 22 ἀποτροπῆς GHP, ἀποτροπὴν V τοὺς om. ΑΒ 1. 2 Clem. Alex. Strom. VI § 134 p. SOSP: δισσῶς (δισσαί?), ὡς ἔοικεν, γράφονται δισσοῖς πνεύμασιν ἐντολαί (sic Sylburgius pro ἐντολαῖς), τῷ τε ἡγεμονικῷ τῷ τε ὑποκειμένῳ. 1-36 p. 809: εἰκότως τοίνυν αἱ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολάς, τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ, .... ἀλλαχῇ εἴρηνται μηνύειν. οἱ θνητοὶ γονεῖς τέλος εἰσὶν ἀθανάτων δυνάμεων, αἳ πάντα γεννῶσαι κατὰ φύσιν ἐπέτρεψαν ὑστάτῳ καὶ τῷ θνητῷ γένει μιμησαμένῳ τὴν περὶ τὸ γεννᾶν τέχνην σπείρειν· ἀρχὴ μὲν γὰρ γενέσεως ὁ θεός, τὸ δ’ ἔσχατον καὶ ἀτιμότατον, τὸ θνητὸν εἶδος, τέλος. ἡ δ’ ἑτέρα πεντάς ἐστιν ἀπαγόρευσις μοιχείας, ἀνδροφονίας, κλοπῆς, ψευδομαρτυρίας, ἐπιθυμίας. οὗτοι γενικοὶ σχεδὸν πάντων ἁμαρτημάτων εἰσὶ κανόνες, ἐφ’ οὓς ἕκαστον ἀναφέρεσθαι τῶν ἐν εἴδει συμβέβηκεν. ἀλλὰ καὶ τὰς ἐνδελεχεῖς θυσίας ὁρᾷς εἰς ἴσα διῃρημένας, ἥν τε ὑπὲρ ἑαυτῶν οἱ ἱερεῖς προσφέρουσι τῆς σεμιδάλεως καὶ τὴν ὑπὲρ τοῦ ἔθνους τῶν δυεῖν ἀμνῶν, οὓς ἀναφέρειν διείρηται. πρωὶ γὰρ τὰ ἡμίση τῶν λεχθέντων καὶ τὰ ἕτερα δειλινῆς ἐκέλευσεν ἱερουργεῖν ὁ νόμος (Lev. 6,20. Exod. 29, 38. 39), ἵνα καὶ ὑπὲρ τῶν μεθ’ ἡμέραν καὶ ὑπὲρ τῶν νύκτωρ ἀρδομένων ἅπασιν ἀγαθῶν ὁ θεὸς εὐχαριστῆται. ὁρᾷς καὶ τοὺς προτιθεμένους ἄρτους ἐπὶ τῆς ἱερᾶς τραπέζης, ὡς εἰς ἴσα μέρη διανεμηθέντες οἱ δώδεκα ἀριθμῷ καθ’ ἑξάδα τίθενται (Lev. 24,6) μνημεῖα τῶν ἰσαρίθμων φυλῶν, ὧν τὴν ἡμίσειαν ἡ ἀρετὴ Λεία κεκλήρωται ἓξ τεκοῦσα φυλάρχας, τὴν δ’ ἑτέραν ἡμίσειαν οἵ τε Ῥαχὴλ καὶ οἱ τῶν παλλακῶν νόθοι.