<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="166"><p>τὰς δὲ τοῦ ὄντος πρώτας δυνάμεις, <lb n="15"/>
τήν τε χαριστικήν, καθ’ ἣν ἐκοσμοπλάστει, ἣ προσαγορεύεται θεός, καὶ
τὴν κολαστικήν, καθ’ ἣν ἄρχει καὶ ἐπιστατεῖ τοῦ γενομένου, ἣ προσονομάζεται
κύριος, ὑπ’ αὐτοῦ φησιν ἑστῶτος ἐπάνω μέσου διαστέλλεσθαι·
"λαλήσω γάρ σοι“ φησίν „ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δυεῖν
Χερουβίμ“ (Exod. 25, 21), ἵν’ ἐπιδείξῃ ὅτι αἱ πρεσβύταται τοῦ ὄντος <lb n="20"/>
δυνάμεις ἰσάζουσιν, ἥ τε δωρητικὴ καὶ κολαστήριος, αὐτῷ τομεῖ χρώμεναι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="167"><p><milestone unit="altref" n="35"/> τί δ’; αἱ στῆλαι τῶν γενικῶν δέκα νόμων, ἃς ὀνομάζει
<note xml:lang="mul" type="footnote"><lb/>1 γενέσεως οὐρανοῦ ΑΒ διεχώρισεν γὰρ Pap: καὶ διεχώρισε GH2, καὶ διεχώρισε γάρ ceteri ὁ θεὸς Pap: om. codd.
<lb/>4 τὸ σκότος codd. ἰσότητος Pap ἔταξεν Pap <add>ἐν</add> τοῖς conicio οὖσιν Pap ὁ τρίτην τὴν ὡς ὁμοιογενέσιν ΑΒ 6.
<lb/>7 ἰσαίτατα scripsi: ἰσότατα Pap, ἰσότητα codd., ἰσώτατα v
<lb/>7 ἐποίησεν Pap Β 
<lb/>8 ἄρσεν Pap Α: ἄρρεν ceteri οὐκέτι codd.
<lb/>9 post γένει add. καὶ ΑΒ                                                ὁ 
<lb/>11 αιτησιους Pap πάλι Pap
<lb/>13 πρὸ P, πρ Η αἰῶνας καὶ χρόνους Pap 
<lb/>14 ἀνατέθεικεν Pap χρονου Pap
<lb/>15 εστιν Pap δὲ Pap: δύο codd., δὲ δύο Mang.
<lb/>16 εκοσμοπλαττειν Pap ᾗ v, item lin.
<lb/>17 προσαγορεύεται Pap: προσηγόρευται codd. θεός Pap ΑΒ: κύριος GHP
<lb/>18 κύριος Pap ΑΒ: θεός GHP μέσον ΑΒ διαστέλλεται G
<lb/>19 σοι γὰρ Pap μέσου L δυοῖν codd.
<lb/>20 χαιρουβειν Pap ἵνα G πρεσβύτατοι ΑΒ
<lb/>21 ἡ κολστήριος AB, κολαστηρίοις G ὀνομάζειν Pap</note> <note xml:lang="lat" type="footnote"><lb/>15 cf. Platonis Tim. p.
<lb/>37 D (vol. II 63, 11).</note>  

<pb n="v.3.p.39"/>
πλάκας, οὐ δύο εἰσὶν ἰσάριθμοι τοῖς τῆς ψυχῆς μέρεσι, λογικῷ καὶ ἀλόγῳ,
ἃ παιδευθῆναί τε καὶ σωφρονισθῆναι χρή, τεμνόμεναι πάλιν ὑπὸ τοῦ
θεσμοθέτου μόνου; „αἱ γὰρ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ
γραφὴ θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί„ (Exod. 32, 16).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="168"><p>καὶ μὴν <lb n="5"/> τῶν ἐν αὐταῖς δέκα λόγων, οἳ κυρίως εἰσὶ θεσμοί, διαίρεσις ἴση γέγονεν
εἰς πεντάδας, ὧν ἡ μὲν προτέρα τὰ πρὸς θεὸν δίκαια, ἡ δὲ ἑτέρα τὰ
πρὸς ἀνθρώπους περιέχει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="169"><p>τῶν μὲν οὖν πρὸς θεὸν δικαίων πρῶτός ἐστι θεσμὸς ὁ ἐναντιούμενος τῇ πολυθέῳ δόξῃ, διδάσκων ὅτι μοναρχεῖται ὁ κόσμος· δεύτερος δὲ ὁ περὶ τοῦ μὴ θεοπλαστεῖν τὰ μὴ αἴτια
<lb n="10"/> γραφέων καὶ πλαστῶν ἐπιβούλοις τέχναις, αἷς Μωυσῆς ἐξήλασε τῆς
καθ’ αὑτὸν πολιτείας ἀίδιον φυγὴν ἐπ’ αὐταῖς ψηφισάμενος, ἵν’ ὁ μόνος
  καὶ  <milestone unit="altpage2" n="p. 497 M."/> πρὸς ἀλήθειαν τιμᾶται θεός·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="170"><p>τρίτος δὲ ὁ περὶ ὀνόματος κυρίου, <add>οὐ τοῦ</add> ὃ οὐδ’ ἦλθεν εἰς γένεσιν — ἄρρητον γὰρ τὸ ὄν —, ἀλλὰ τοῦ
ταῖς δυνάμεσιν ἐπιφημισθέντος, διείρηται γὰρ αὐτὸ μὴ λαμβάνειν ἐπὶ
<lb n="15"/> ματαίῳ· τέταρτος δὲ ὁ περὶ τῆς ἀειπαρθένου καὶ ἀμήτορος ἑβδομάδος,
ἵνα τὴν ἀπραξίαν αὐτῆς μελετῶσα γένεσις εἰς μνήμην τοῦ ἀοράτως
πάντα δρῶντος ἔρχηται· πέμπτος δὲ ὁ περὶ γονέων τιμῆς·</p></div></div></body></text></TEI>