<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="161"><p><milestone unit="altref" n="33"/> ἰσότητος δὲ εἰ καί τις ἄλλος ἐπαινέτης γέγονε Μωυσῆς, πρῶτον μὲν ὑμνῶν ἀεὶ καὶ πανταχοῦ καὶ δικαιοσύνην, ἧς ἴδιον, ὡς καὶ αὐτό
που δηλοῖ τοὔνομα, τὸ δίχα τέμνειν εἰς μοίρας τά τε σώματα καὶ τὰ
πράγματα ἴσας, εἶτα ψέγων ἀδικίαν, τὴν ἀνισότητος τῆς ἐχθίστης δημιουργόν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="162"><p><lb n="10"/>ἀνισότης δὲ τοὺς διδύμους πολέμους ἔτεκε, τόν τε ξενικὸν καὶ τὸν ἐμφύλιον, ὡς ἔμπαλιν εἰρήνην ἰσότης. τὰ δ’ ἐγκώμια δικαιοσύνης
καὶ τοὺς ψόγους ἀδικίας ἐναργέστατα διασυνίστησιν, ὅταν λέγῃ·
„οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις, ἐν σταθμοῖς, ἐν ζυγοῖς·
ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ μέτρα δίκαια καὶ χοῦς δίκαιος ἔσται
<lb n="15"/> ὑμῖν“ (Lev. 19,35. 36), καὶ ἐν Ἐπινομίδι „οὐκ ἔσται ἐν μαρσίππῳ σου
στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου
μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον
ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου
δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα κυρίῳ πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν
<lb n="20"/> ἄδικα“ (Deut. 25,13—16).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="163"><p>οὐκοῦν ὁ φιλοδίκαιος θεὸς ἀδικίαν βδελύττεται καὶ μεμίσηκε, στάσεως καὶ κακῶν ἀρχήν. ποῦ δ’ ἰσότητα τὴν
 δικαιοσύνης τροφὸν ὁ νομοθέτης οὐκ ἀποδέχεται ἀρξάμενος  <milestone unit="altpage2" n="p. 496 M."/> ἀπὸ τῆς
<note xml:lang="mul" type="footnote"><lb/>1 διαλυτὴν Pap: διάλυτον codd. 4.
<lb/>5 καὶ ὅμοια om. ΑΒ
<lb/>5 παντάπασιν ABHP ὁ δὲ Pap AB: τε ceteri καὶ εἰ ΑΒ Μωσῆς codd. 
<lb/>7 μὲν Pap HP1: μὲν αὐτὴν G, μὲν αὐτός ABP2 αει Pap: orn. codd. δικαιοσύνην, ἦς Pap: δικαιοσύνης codd. post ἴδιον add. ὀνομάζων ABP2 καὶ ὡς ΑΒ
<lb/>8 που om. Pap 8.
<lb/>9 καὶ πράγματα GHP1
<lb/>9 ἴσας Pap: om. codd. ἐχθίστης scripsi: ἐχθίστου Pap, αἰσχίστης codd.
<lb/>10 ἀνισότητος G 10.
<lb/>11 διδύμους—καὶ om. G
<lb/>10 ἔτεκεν Pap
<lb/>11 εἰρηνισότης G, εἰρήνη ἰσότητα P
<lb/>12 διατίθησιν ΑΒ
<lb/>13 ποιήσητε Pap GH1P αδικιαν Pap ζυγοῖς Pap G2: ζυγίοις ceteri
<lb/>14 σταθμὰ GH1P1 καὶ μετρα δίκαια Pap: om. codd. ἔσται δίκαιος H1P
<lb/>15 μαρσιππίῳ GHP, μαρσιπίω ΑΒ 16.
<lb/>17 καὶ στάθμιον μέγα — μικρὸν· στάθμιον Pap: om. codd.
<lb/>17 post ἀληθινὸν add. δέ ΑΒ
<lb/>18 σοι om., addunt οὐχὶ δέ καὶ add. AB) στάθμιον μέγα καὶ μικρὸν codd. ινα — γης Pap: ἶνα πληθυνθῶσιν αἱ ἡμέραι σου ἐπὶ τῆς χθονός codd. ἦς Pap: ἣν codd. σου om. codd.
<lb/>19 ὲν κλήρωι Pap: κληροδοσίαν codd. ταῦτα] τά Η2 alterum πᾶς ποιῶν om. HP
<lb/>20 ἀδικίαν G, ἄδικον conicio 20.
<lb/>21 βδελυπεται καὶ μεμεισηκεν Pap: μεμίσηκε καὶ βδελύττεται codd. 
<lb/>21 ἰσότητα] ἰσότητος καὶ ΑΒ τὴν Pap: om. codd.
<lb/>22 τροφὴν PH1 ἀποδέχεται ὁ νομοθέτης ΑΒ ουκ Pap: om. codd.</note>  

<pb n="v.3.p.38"/>
τοῦ παντὸς οὐρανοῦ γενέσεως; „διεχώρισε“ γάρ φησιν „ὁ θεὸς ἀνὰ μέσον
τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ
φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα“ (Gen. 1, 4. 5)· ἡμέραν γὰρ
καὶ νύκτα καὶ φῶς καὶ σκότος ἰσότης ἔταξε τοῖς οὖσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="164"><p>διεῖλεν ἰσότης καὶ
τὸν ἄνθρωπον εἰς ἄνδρα καὶ γυναῖκα, δύο τμήματα, ἄνισα μὲν ταῖς <lb n="5"/>
ῥώμαις, πρὸς ὃ δὲ ἔσπευσεν ἡ φύσις, τρίτου τινὸς ὁμοίου γένεσιν, ἰσαίτατα.
„ἐποίησε“ γάρ φησιν „ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ
ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν“ οὐκέτ’ αὐτόν, ἀλλ’ „αὐτοὺς“
ἐπιφέρει πληθυντικῶς (Gen. 1, 27), ἐφαρμόττων τὰ εἴδη τῷ γένει διαιρεθέντα,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="165"><p> ὡς εἶπον, ἰσότητι. <milestone unit="altref" n="34"/> ψῦχός γε μὴν καὶ καῦμα καὶ θέρος καὶ <lb n="10"/>
ἔαρ ἀνέγραψε (Gen. 8,22), τὰς ἐτησίους ὥρας πάλιν τῷ αὐτῷ τομεῖ διαιρουμένας.
αἵ γε μὴν πρὸ ἡλίου τρεῖς ἡμέραι ταῖς μεθ’ ἥλιον ἰσάριθμοι
γεγόνασιν (Gen. 1,5 ss.), ἑξάδος τμηθείσης ἰσότητι πρὸς αἰῶνος καὶ χρόνου
δήλωσιν· αἰῶνι μὲν γὰρ τὰς πρὸ ἡλίου τρεῖς ἀνατέθεικε, χρόνῳ δὲ τὰς
 μεθ’ ἥλιον, ὅς ἐστι μίμημα αἰῶνος.</p></div></div></body></text></TEI>