λάλος δὲ οὕτως ὁ ἰσχνόφωνος καὶ βραδύγλωσσος καὶ ἄλογος εἶναι δοκῶν ἀνευρίσκεται, ὥστε πῇ μὲν οὐ μόνον λέγων ἀλλὰ καὶ βοῶν εἰσάγεται, ἑτέρωθι δὲ ἀπαύστῳ καὶ ἀδιαστάτῳ χρώμενος λόγων ῥύμῃ. „Μωυσῆς“ γάρ φησιν „ἐλάλει, καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ“ (Exod. 19, 19), οὐ κατὰ συντέλειαν ἐλάλησεν, ἀλλὰ κατὰ μηκυνομένην παράτασιν ἐλάλει, καὶ ὁ θεὸς οὐ κατὰ συντέλειαν ἐδίδαξεν, ἀλλ’ αἰεὶ καὶ συνεχῶς ἀπεκρίνετο. ὅπου δὲ ἀπόκρισις, ἐκεῖ πάντως ἐρώτησις. ἐρωτᾷ δὲ ἕκαστος ὃ μὴ ἐπίσταται, μαθεῖν ἀξιῶν γνούς τε τῶν εἰς ἐπιστήμην ὠφελιμώτατον ἔργον εἶναι ζητεῖν, ἐρωτᾶν, πυνθάνεσθαι, μηδὲν δοκεῖν εἰδέναι μηδέ τι οἴεσθαι παγίως κατειληφέναι. σοφοὶ μὲν οὖν ὑφηγητῇ καὶ διδασκάλῳ χρῶνται θεῷ, οἱ δ’ ἀτελέστεροι τῷ σοφῷ. διὸ καὶ λέγουσι· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). τοσαύτῃ δ’ ἄρα χρῆται παρρησίᾳ ὁ ἀστεῖος, ὥστε οὐ μόνον λέγειν καὶ βοᾶν, ἀλλ’ ἤδη καὶ καταβοᾶν ἐξ ἀληθοῦς πίστεως καὶ ἀπὸ γνησίου τοῦ πάθους θαρρεῖ. τὸ γὰρ „εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας“ (Exod. 32, 32) καὶ τὸ „μὴ ἐγὼ ἐν γαστρὶ 1 ἱκανός] δυνατός Ο αισθηει Pap φερομένων OAB 2 ἡ Pap: καὶ codd. 3 οὐ om. OAB 4 γάρ om. OAB βόα πρὸς με Pap, πρὸς μὲ βοᾶς HP 5 κατὰ] κατ’ OHP ὁ οὕτως Pap HP1: οὗτος GL, οὐδὲν ἧττον AOBP2 7 ἀλλὰ om. GH1P1 9 Μωσῆς codd. ὁ om. OAB απεκρινετο Pap: ἀπεκρίνατο codd. φωνῆι Pap: ἐν φωνὴ codd. 11 παράστασιν GP1H1 ὁ om. Ο ἐδίδασκεν HP ἀίει Pap: ἀεὶ codd. 12 ἀπεκρίνετο Pap GP: ἀπεκρίνατο ceteri 13 δὲ] καὶ Β ἀξιῶν om. Pap γνοὺς Mang. (τε ex Pap addidi): γνησιωστε Pap, γνησίων GHP, γνησίων δὲ περὶ 14 ἐπιστήμην Pap HP1: ἐπιστήμης GP2, ἐπιστήμας OAB ὠφελιμώτατον Pap: ὠφελιμωτάτων codd. D 15 δοκεῖν] ἀδικεῖν G μηδ’ εἴ τι οἴεται OAB παγίως Pap H2: πλαγίως ceteri 16 θεῷ om. Pap δὲ OGHPN 17 λέγουσιν Pap 18 ποτε om. Pap δὲ N 19 ἀλλὰ καὶ N 21 μὲν post τὸ (lin. 20) transpos. codd. N ἀφεὶς Pap GP: ἁφῆς ceteri N 22 σου om. Pap N μη εγγαστρει Pap 13—15 DR fol. 203v Φίλωνος ἐκ τῶν μετονομαζομένων: τῶν εἰς ἐπιστήμην ἔργων ζητεῖν καὶ πυνθάνεσθαι κάλλιστον, μηδὲν δὲ δοκεῖν εἰδέναι μηδὲ οἴεσθαι κατειληφέναι καλλιστότερον. 15—6,17 σοφοὶ—οἰκεῖον N fol. 165r. ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι· λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα;” (Num. 11, 12) καὶ τὸ „πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοί; μὴ πρόβατα καὶ βόες σφαγήσονται ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται καὶ ἀρκέσει;” (Num. 11, 13. 22) καὶ τὸ „κύριε, διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με; καὶ ἀφ’ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαόν, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου” (Exod. 5, 22. 23), ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἔδεισεν ἄν τις καὶ πρὸς ἕνα τῶν ἐν μέρει βασιλέων εἰπεῖν· ὁ δ’ ἀποφαίνεσθαι καὶ πρὸς θεὸν ἐθάρρησεν.