τὸ παραπλήσιον μέντοι καὶ ἐν τοῖς μέρεσι τῶν ζῴων καὶ μάλιστα ἀνθρώπων θεωρεῖται. ποὺς γὰρ ποδὶ καὶ χεὶρ χειρὶ καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα ἴσα μεγέθει, τὰ ἐπὶ δεξιὰ τοῖς κατ’ εὐώνυμα. τὰ δ’ ἴσα δυνάμει πάμπολλά ἐστιν ἔν τε ξηροῖς καὶ ὑγροῖς, ὧν ἡ ἐπίκρισις ἐν μέτροις καὶ πλάστιγξι καὶ τοῖς παραπλησίοις θεωρεῖται. ἀναλογίᾳ δὲ σχεδὸν τὰ πάντα ἐστὶν ἴσα, μικρά τε αὖ καὶ μεγάλα ὅσα ἐν τῷ παντὶ κόσμῳ. λέγουσι γὰρ οἱ ἀκριβέστατα περὶ τῶν τῆς φύσεως ἐξητακότες, ὅτι ἀναλογίᾳ μὲν ἴσα τὰ τέτταρα στοιχεῖά ἐστιν, ἀναλογίᾳ δὲ καὶ ὁ κόσμος ἅπας κραθεὶς τὸ ἴσον ἑκάστῳ τῶν μερῶν ἀπονεμούσῃ συνέστη τε καὶ συσταθεὶς εἰς ἅπαν διαμένει· καὶ τὰ περὶ ἡμᾶς μέντοι τέτταρα, ξηρόν, ὑγρόν, ψυχρόν τε αὖ καὶ θερμόν, τὴν δι’ ἀναλογίας ἰσότητα κερασαμένην ἁρμόσασθαι, καὶ μηδὲν ἄλλο ἡμᾶς ἢ κρᾶσιν εἶναι τῶν τεσσάρων δυνάμεων ἀναλογίας ἰσότητι κραθεισῶν. ἐπιὼν δέ τις ἕκαστα μῆκος ἂν ἄπειρον τῷ λόγῳ δύναιτ’ ἂν περιθεῖναι. τὰ γὰρ βραχύτατα ζῷα τοῖς μεγίστοις ἀναλογίᾳ σκοπῶν ἴσα 1 ὁ om. Pap bis οὐδὲ Pap 1. 2 ἀλλὰ κατὰ τὰ αὐτὰ καὶ scripsi: (και) τὰ αυτα Pap (?), ἀλλὰ τὰ αὐτά καὶ codd. N 2 τάχεσιν ἴσοις Pap (Mang.): τάξεσιν ἴσαις codd. N 4 παραυξιν Pap τὴν Pap H2: om. ceteri N ὁ αερινην Pap 6. 7 ἀνακάμπτων—διαστήματα om. Α8 ἀφικνεῖσθαι PH1 7 χρόνον G 8 ἀλλ’ ἐν] ἀλλὰ conicio (Pap?) 9 μεταποιεῖσθαι PH1 10 μέρεσιν Pap 11 χεὶρ om. Pap ἀπάντα Pap: πάντα codd. N μεγέθη ΑΒ 12 κάτα τὰ εὐώνυμα Pap πάμπολα ΑΒ 13 ἀπόκρισις ΑΒ πλαστιξι Pap, πλάστιγγι AB 14 ἔνεστιν Pap τε om. Pap 15 λέγουσιν Pap ἀκριβέστατα Pap: ἀκριβέστεροι G, ἀκριβέστερον ceteri 15. 16 περὶ αὐτῶν ΑΒ 16 μέν om. Pap τέσσαρα ΑΒΗ, δύο P 17 τὸ ἴσον om. ΑΒ ἑκάστης Β 18 απονεμ(ουσηι) Pap? Turn.: ἀπονέμουσι GHP, om. ΑΒ 19 αὖ om. Pap 19. 20 τὴν δ’ ἀναλογίαν ΑΒ 20 κερασαμένην Pap: κερασάμεναι PH1, κερασάμενα ceteri ἡμᾶς Cohn: ητιειαν Pap, τὸ σῶμα ἡμῶν Mang., om. codd. 21 κράτησιν Pap δ΄ P ἀναλογίας] ἀλογίας G ἰσότητα G 22 ἄν ἄπειρον om. AB τῶ λόγω post περιθεῖναι transpos. codd. 22. 23 (πε(ριτ(ειναι) Pap 23 γὰρ addidi ἂν εὕροι, ὡς χελιδόνα ἀετῷ καὶ τρίγλαν κήτει καὶ μύρμηκα ἐλέφαντι. καὶ γὰρ σῶμα καὶ ψυχὴ καὶ πάθη, ἀλγηδόνες τε καὶ ἡδοναί, πρὸς δὲ καὶ οἰκειώσεις καὶ ἀλλοτριώσεις καὶ ὅσα ζῴων φύσις χωρεῖ, πάντα σχεδόν ἐστιν ὁμοιότροπα τῷ τῆς ἀναλογίας ἰσούμενα κανόνι. οὕτως ἐθάρρησαν ἔνιοι καὶ τῷ παντὶ κόσμῳ τὸ βραχύτατον ζῷον, ἄνθρωπον, ἴσον ἀποφῆναι κατιδόντες ὅτι ἑκάτερον ἐκ σώματος καὶ ψυχῆς καθέστηκε λογικῆς, ὥστε καὶ ἐναλλάττοντες βραχὺν μὲν κόσμον τὸν ἄνθρωπον, μέγαν δὲ ἄνθρωπον ἔφασαν τὸν κόσμον εἶναι.