ἕκαστον δὲ τούτων ἄλλας τομὰς ἐδέχετο· γῆ μὲν γὰρ εἰς ἠπείρους καὶ νήσους διῃρεῖτο, ὕδωρ δὲ εἰς θάλασσαν καὶ ποταμοὺς καὶ ὅσον πότιμον, ἀὴρ δὲ εἰς τὰς θέρους καὶ χειμῶνος τροπάς, πῦρ δὲ 2 εἰς τρίχας coni. Mang. φησιν Pap, φησιν ὁ ΑΒ Μωσῆς εἰς Pap: ἐν G, ἒν ceteri 3 γραμμαῖς Pap (Mang.): γράμμασιν codd. 4 ἰὸν δὲ λόγον om. ΑΒ 5 καταλημπτικην Pap 5. ὁ ακαταλημπτον Pap 7 καταλημπτον ακαταλημπτον Pap 8 πτηνὰ] ἑπτά G 8 τὰς μὲν γὰρ ABG 8. 9 ἐπιστήμης G 10 πολὺν δὲ καὶ] τὸν δὲ ΑΒ δὲ] ἴε Pap λόγον ὄντα Mang. per erroi-em εἰς Pap A: om. ceteri 11 καὶ] καὶ τὸν Pap 12 ἔνεστιν coni. Mang. ἐπιτέμνοντες Pap A(H1): ἐπιτεμόντες ceteri μόνοις Pap: μόνον codd. 13 γὰρ om. Pap μέσον ΑΒ 14 ἥνικα Pap: ὅτε codd. 15 τὸ πρῶτον Pap: τὸ μὲν πρῶτον codd. τό τε] τὸ ΑΒ βαρὺ] βραχὺ GH1P 16 λεπτομεροῦς Pap (Mang.) λεπτοτέρου codd. 16. 17 ἑκάτερα P 17 δὲ om. ΑΒ 18 prius καὶ Pap ΑΒ: τε καὶ GHP α Pap: om. codd. 19 ante ὡσανεὶ add. ἃ Α προκατεβάλλετο Β καὶ τὸ κοῦφον codd. καὶ add. ante καθ’ ΑΒ 20 ἔτεμνεν om. H 20. 21 ἐπεφήμισεν Pap 23 γὰρ om. G 24 διηιρεῖτο Pap: διήρητο codd. τὸ δὲ ὕδωρ Pap θαλάσσας AB εἰς τὸ χρειῶδες — ἄπληστον δ’ ἐστὶ καὶ φθαρτικὸν τοῦτο — καὶ κατὰ τοὐναντίον εἰς τὸ σωτήριον, ὅπερ εἰς τὴν οὐρανοῦ σύστασιν ἀπεκληροῦτο. ὥσπερ δὲ τὰ ὁλοσχερῆ, οὕτω καὶ τὰ κατὰ μέρος ἔτεμνεν, ὧν τὰ μὲν ἄψυχα, τὰ δ’ ἔμψυχα ἦν· καὶ τῶν ἀψύχων τὰ μὲν ἐν ταὐτῷ μένοντα, ὧν δεσμὸς ἕξις, τὰ δ’ οὐ μεταβατικῶς, ἀλλ’ αὐξητικῶς κινούμενα, ἃ φύσις ἡ ἀφάνταστος ἐζῴου· καὶ τούτων τὰ μὲν τῆς ἀγρίας ὕλης οἰστικὰ ἀγρίων καρπῶν, οἳ τροφὴ θηρίοις εἰσίν, τὰ δὲ τῆς ἡμέρου, ὧν γεωργία τὴν προστασίαν καὶ ἐπιμέλειαν ἔλαχε· τίκτει δὲ καρποὺς τῷ πάντων ἡμερωτάτῳ ζῴων πρὸς ἀπόλαυσιν, ἀνθρώπῳ. καὶ μὴν ὃν τρόπον τὰ ἄψυχα, καὶ τὰ ψυχῆς μεμοιραμένα διῄρει — τούτων γὰρ ἓν μὲν ἀλόγων, ἓν δὲ λογικῶν ἀπέκρινεν εἶδος — καὶ λαβὼν ἑκάτερον πάλιν ἔτεμνεν τὸ μὲν ἄλογον εἰς ἀτίθασόν τε καὶ χειρόηθες εἶδος, τὸ δὲ λογικὸν εἰς ἄφθαρτόν τε καὶ θνητόν. καὶ τοῦ θνητοῦ δύο μοίρας εἰργάζετο, ὧν τὴν μὲν ἀνδρῶν, τὴν δὲ γυναικῶν ἐπεφήμισε. καὶ κατ’ ἄλλον μέντοι τρόπον τὸ ζῷον εἰς ἄρρεν ἔτεμνε καὶ θῆλυ· ἐδέχετο δὲ καὶ ἄλλας ἀναγκαίας τομάς, αἳ διέστελλον πτηνὰ μὲν χερσαίων, χερσαῖα δὲ ἐνύδρων, ἔνυδρα δὲ ἀμφοῖν τῶν ἄκρων. οὕτως ὁ θεὸς ἀκονησάμενος τὸν τομέα τῶν συμπάντων αὑτοῦ λόγον διῄρει τήν τε ἄμορφον καὶ ἄποιον τῶν ὅλων οὐσίαν καὶ τὰ ἐξ αὐτῆς ἀποκριθέντα τέτταρα τοῦ κόσμου στοιχεῖα καὶ τὰ διὰ τούτων παγέντα ζῷά τε αὖ καὶ φυτά.