τὰ γὰρ αἰσθητὰ πάντα ἐπειδὰν μέχρι τῶν ἀτόμων καὶ λεγομένων ἀμερῶν διεξέλθῃ, πάλιν ἀπὸ τούτων τὰ λόγῳ θεωρητὰ εἰς ἀμυθήτους καὶ 1 και Pap: τε καὶ codd. 3 ἄνω πηδᾶν Pap ΑΒ: ἀναπηδᾶν GHP δὲ Pap, om. GPH1 4 γένους εἶδος ABG, fort. recte μὲν Pap GH2: om. ABH1P 5 εστιν Pap ἀγαπῶσαν Pap ὁ δὲ καὶ GHP: καὶ Pap AB τιθασσὸς ABG 8 ἐνασμενίζουσα coni. Mang. ἀπεικάζουσιν Pap: ἀπεικάζουσι ABG, ἀπεικάζουσα HP 9 Μωσῆς codd. ὀνομάσαι HP, ωνομασαι Pap: ὠνόμασε AB, ὠνόμασεν G 10 ἐρυθρὰ ΑΒ 11 ἐρμηνεύεται] ὀνομάζεται AB ἀεὶ codd. 13 ων το Pap: ὥστε codd. δεῖγμα ἄξιον HP post δεῖγμα add. δὲ ΑΒ, fort. recte ἔλαβεν δὲ Pap: ἔλαβε δέ HP, ἔλαβε ABG 14 πάντα ταῦτα Pap G: ταῦτα πάντα ceteri 17 φυλάξοντος Pap 18 μεσοτηι τις Pap μὴ Pap ΑΒ: οὐ GH2, om H1P προστίθεις Pap: προσθεὶς codd. αδεικτον Pap (Mang): ἀδίδακτον oodd. ἐννοῇ G 19 prius των Pap: τε τῶν codd. καὶ—πραγμάτων om. Β τὰς τῶν Pap: τῶν codd. 20 τῶ τεκεῖ τ τῶ G ἑαυτοῦ Pap: αὖ Η, αὐτοῦ ceteri, αὐτῷ Turn. λόγων Β 21 δικαιων Pap γὰρ Pap: om. codd. et post πάντα punctum posuerunt 22 μέχρι codd.: μὲν μεχρι Pap, δὲ μέχρι Mang. „ex Ms. Coisl.“, δ’ ἄχρι Jessen ἀπεριγράφους μοίρας ἄρχεται διαιρεῖν οὗτος ὁ τομεύς, καὶ „τὰ πέταλα τοῦ χρυσίου τέμνει τρίχας“ (Exod. 36, 10), ὥς φησι Μωυσῆς, εἰς μῆκος ἀπλατὲς ἀσωμάτοις γραμμαῖς ἐμφερές. ἕκαστον οὖν τῶν τριῶν διεῖλε μέσον, τὴν μὲν ψυχὴν εἰς λογικὸν καὶ ἄλογον, τὸν δὲ λόγον εἰς ἀληθές τε καὶ ψεῦδος, τὴν δὲ αἴσθησιν εἰς καταληπτικὴν φαντασίαν καὶ ἀκατάληπτον· ἅπερ εὐθὺς τμήματα „ἀντιπρόσωπα τίθησιν ἀλλήλοις“, λογικὸν ἄλογον, ἀληθὲς ψεῦδος, καταληπτὸν ἀκατάληπτον, ἀπολιπὼν τὰ πτηνὰ ἀδιαίρετα (Gen. 15, 10)· τὰς γὰρ ἀσωμάτους καὶ θείας ἐπιστήμας εἰς μαχομένας ἐναντιότητας ἀδύνατον τέμνεσθαι. Πολὺν δὲ καὶ ἀναγκαῖον ὄντα λόγον τὸν περὶ τῆς εἰς ἴσα τομῆς καὶ περὶ ἐναντιοτήτων οὔτε παρήσομεν οὔτε μηκυνοῦμεν, ἀλλ’ ὡς ἔστιν ἐπιτέμνοντες ἀρκεσθησόμεθα μόνοις τοῖς καιρίοις. καθάπερ γὰρ ἡμῶν τὴν ψυχὴν καὶ τὰ μέλη μέσα διεῖλεν ὁ τεχνίτης, οὕτως καὶ τὴν τοῦ παντὸς οὐσίαν, ἡνίκα τὸν κόσμον ἐδημιούργει. λαβὼν γὰρ αὐτὴν ἤρξατο διαιρεῖν ὧδε· δύο τὸ πρῶτον ἐποίει τμήματα, τό τε βαρὺ καὶ κοῦφον, τὸ παχυμερὲς ἀπὸ τοῦ λεπτομεροῦς διακρίνων· εἶθ’ ἑκάτερον πάλιν διαιρεῖ, τὸ μὲν λεπτομερὲς εἰς ἀέρα καὶ πῦρ, τὸ δὲ παχυμερὲς εἰς ὕδωρ καὶ γῆν, ἃ καὶ στοιχεῖα αἰσθητὰ αἰσθητοῦ κόσμου, ὡσανεὶ θεμελίους, προκατεβάλετο. πάλιν δὲ τὸ βαρὺ καὶ κοῦφον καθ’ ἑτέρας ἔτεμνεν ἰδέας, τὸ μὲν κοῦφον εἰς ψυχρόν τε καὶ θερμόν — ἐπεφήμισε δὲ τὸ μὲν ψυχρὸν ἀέρα, τὸ δὲ θερμὸν φύσει πῦρ —, τὸ δὲ βαρὺ εἰς ὑγρόν τε αὖ καὶ ξηρόν· ἐκάλεσε δὲ τὸ μὲν ξηρὸν γῆν, τὸ δὲ ὑγρὸν ὕδωρ.