<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="121"><p>πῶς; φυτοῦ
μὲν ἀρχὴ σπέρμα, τέλος  δ’ ὁ καρπός, ἑκάτερον οὐ γεωργίας,
ἀλλὰ φύσεως ἔργον. πάλιν ἐπιστήμης ἀρχὴ μὲν ἡ φύσις, <milestone unit="altpage1" n="p. 490 Μ."/>  ὡς
ἐδείχθη, πέρας δ’ οὐδ’ ἦλθεν εἰς ἀνθρώπους. τέλειος γὰρ οὐδεὶς ἐν <lb n="16"/>
οὐδενὶ τῶν ἐπιτηδευμάτων, ἀλλ’ ἀψευδῶς αἱ τελειότητες καὶ ἀκρότητες
ἑνός εἰσι μόνου. φορούμεθ’ οὖν λοιπὸν ἡμεῖς ἐν τῷ τέλους καὶ ἀρχῆς
μεθορίῳ, μανθάνοντες, διδάσκοντες, γεωπονοῦντες, ἐργαζόμενοι τῶν
 ἄλλων ἕκαστον ὡς ἂν ἱδρῶντες, ἵνα τι καὶ γένεσις πράττειν δοκῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="122"><p>γνωριμώτερον <lb n="20"/>
μέντοι τὰς ἀρχὰς καὶ τὰ τέλη κατὰ θεὸν ὡμολόγησεν ἐπὶ
τῆς τοῦ κόσμου γενέσεως εἰπών· „ἐν ἀρχῇ ἐποίησε“ (Gen. 1, 1) καὶ
πάλιν „συνετέλεσεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν“ (cf. Gen. 2,1. 2.4).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="123"><p>νυνὶ μὲν οὖν „λάβετέ μοι“ (Exod. 25, 2) φησὶ διδοὺς τὰ πρέπονθ’
ἑαυτῷ καὶ προτρέπων τὰ δοθέντα μὴ κιβδηλεύειν, ἀλλ’ ἀξίως τοῦ δόντος <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ὥστε om. Pap ανομολογησθαι Pap, ἀνομολογεῖσθαι ΑΒ (coni. Mang.) 
<lb/>2 χρόνω] spatium 4—5 litt. G
<lb/>3 καὶ ἐπειδὴ ἅπαν γένος ΑΒ
<lb/>4 καὶ εἰ τις καὶ Pap: καὶ εἴ τι codd., ὃς οἷός τε καὶ conicio, καὶ εἴ τις ἱκανὸς coni. Cohn διοιγνύειν Pap GP: ἀνοιγνύει AB, διοιγνύει Η
<lb/>5 λογισμοῦ] νοῦ coni. Mang. λόγου Pap: τοῦ λόγου codd. τῆς αἰσθήσεως codd. ὁ την Pap: om. codd. 6,
<lb/>7 καταλημψεις Pap
<lb/>7 δ’ AB
<lb/>8 ἀπὸ om. AB, υπο Pap
<lb/>9 οἰκείας ΑΒ <add>ὁ</add> ἀόρατος conicio
<lb/>10 θεῖος Pap: θεῖος codd
<lb/>14 δ’ o Pap, δὲ ὁ GHP: δὲ ΑΒ ἑκάτερα G
<lb/>16 πέρα G δ’ οὐδ’ ἔλθῃ H2, δ’ ἦλθεν Pap, δ’ οὐδ’ ἄν ἔλθοι v
<lb/>17 ἀλλὰ ψευδῶς BH1 
<lb/>18 ἑνός] ἀνθρώπου Β εἰσιν Pap φορουμεθα Pap λοιπὸν om. AB, post ἀρχῆς transpos. GHP ἀρχὴ G
<lb/>19 γεηπονοῦντες ΑΒ 
<lb/>20 ὡς ἂν ἱδρῶντες scripsi: ὦσαν ἱδροῦντες Pap, ὡσανεὶ δρῶντες codd. δοκεῖ G 
<lb/>21 ἀρχὰς Pap: ἀπαρχὰς codd.
<lb/>24 φησιν Pap
<lb/>25 ἑαυτῶι Pap: αὑτῶ codd. δοντος Pap (Mang.): δέοντος codd.</note>  

<pb n="v.3.p.29"/>
φυλάττειν, αὖθις δ’ ἐν ἑτέροις ὁ μηδενὸς χρεῖος ὢν καὶ διὰ τοῦτο
λαμβάνων μηδὲν ὁμολογήσει λαμβάνειν, ἕνεκα τοῦ πρὸς εὐσέβειαν ἀλεῖψαι
καὶ προθυμίαν ὁσιότητος ἐμποιῆσαι καὶ πρὸς θεραπείαν ἀκονῆσαι
τὴν ἑαυτοῦ, ὡς ἀποδεχομένου καὶ δεχομένου τὰς ψυχῆς ἑκουσίους
<lb n="5"/> ἀρεσκείας καὶ γνησίους θεραπείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="124"><p>„ἰδοὺ“ γάρ φησιν „εἴληφα τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν
Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται“ (Num. 3, 12). οὐκοῦν λαμβάνομεν καὶ
δίδομεν, ἀλλὰ κυρίως μὲν λαμβάνομεν, καταχρηστικῶς δὲ διδόναι λεγόμεθα
δι’ ἃς αἰτίας εἶπον. εὐθυβόλως δὲ λύτρα ὠνόμασε τοὺς Λευίτας·
<lb n="10"/> εἰς ἐλευθερίαν γὰρ οὐδὲν οὕτως ἐξαιρεῖται τὴν διάνοιαν ὡς τὸ πρόσφυγα
καὶ ἱκέτην γενέσθαι θεοῦ. τοῦτο δ’ ἡ ἱερωμένη φυλὴ Λευιτῶν
ἐπαγγέλλεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="125"><p><milestone unit="altref" n="25"/> Λελαληκότες οὖν τὰ πρέποντα περὶ τούτων ἀναδράμωμεν ἐπὶ τὰ ἐξ ἀρχῆς· ὑπερεθέμεθα γὰρ πολλὰ τῶν ὀφειλόντων ἀκριβωθῆναι.
<lb n="15"/> „λάβε μοι“ φησί „δάμαλιν“ ἄζυγα καὶ ἀκάκωτον, ἁπαλὴν ἔτι καὶ
νέαν καὶ σφριγῶσαν, ἡνιόχησιν καὶ παιδείαν καὶ ἐπιστασίαν εὐμαρῶς
δέξασθαι δυναμένην ψυχήν· „λάβε μοι κριόν,“ λόγον ἀγωνιστὴν καὶ
τέλειον, ἱκανὸν μὲν τὰ σοφίσματα τῶν ἀντιδοξούντων ἀνατεμεῖν τε καὶ
λῦσαι, ἱκανὸν δὲ καὶ ἀσφάλειαν ὁμοῦ καὶ εὐκοσμίαν τῷ χρωμένῳ περιποιῆσαι·
</p></div></div></body></text></TEI>