<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="116"><p>τέχναις δὲ καὶ ἐπιστήμαις οὐ πηγὴ καὶ ῥίζα καὶ θεμέλιοι καὶ εἴ τι ἄλλο πρεσβυτέρας ὄνομα ἀρχῆς ὑπόκειται ἡ φύσις,
ᾗ πάντ’ ἐποικοδομεῖται τὰ καθ’ ἑκάστην θεωρήματα; φύσεως δὲ μὴ
προϋποκειμένης ἀτελῆ τὰ πάντα. ἐνθένδε μοι δοκεῖ τις ὁρμηθεὶς εὐστόχως
<lb n="15"/> εἰπεῖν
<lg><l>ἀρχὴ δέ τοι ἥμισυ παντός,</l></lg>
ἀρχὴν αἰνιξάμενος τὴν φύσιν, ἥτις ὡσανεὶ ῥίζα καταβέβληται πρὸς
τὴν ἑκάστου συναύξησιν, ᾗ καὶ τὸ ἥμισυ τοῦ παντὸς ἀπένειμεν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="117"><p><milestone unit="altref" n="24"/> εἰκότως οὖν τὸ λόγιον ἀνέθηκε τὰς ἀρχὰς τῷ ἡγεμόνι <lb n="20"/> θεῷ. καὶ ἐν ἑτέροις „εἶπεν“ φησίν „κύριος πρὸς Μωυσῆν λέγων·
ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενές, διανοῖγον πᾶσαν
μήτραν ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν“
<note xml:lang="mul" type="footnote"><lb/>1 λήψεσθε Mang: λήψεσθαι codd., λημψεσθαι Pap 1.
<lb/>2 καὶ ἐνταῦθα codd. 
<lb/>2 λαβεῖν Pap: λαμβάνειν codd. ἐστιν ὁ διδούς codd.
<lb/>3 ἐξετάζοντα G ante ἀσινῆ add. ἀλλ’ H2 δε Pap: τε codd. καὶ om. AB
<lb/>4 αὗ καὶ] αὐτὰ G διαφυλάττοντος Pap, διαφυλάττοντα G, φυλάττοντας P ἀπαρχὰς coni. Mang. ὁ ἐραύνησον Pap δ add. μόνον AB
<lb/>7 αρ᾿ ουν Pap: ἆρά γε οὑν codd. τῶν] τε τῶν G σπερματικαὶ] ἀρχαὶ σπέρματα καὶ ΑΒ 
<lb/>8 ἀόρατα] ἄρα τὰ H1P, del. Η2
<lb/>9 γένεσις Pap μὲν] μὴ PH1
<lb/>10 δ’ ἀνωτάτωι Pap, δ’ ἀνωτάτην AB, διανωτάτην G πρεσβυτάτην Pap: πρεσβυτέραν codd.
<lb/>11 οὐ] ἡ P
<lb/>12 θεμέλιοι Pap: θεμέλιος codd. ὄνομα πρεσβυτέρας ΑΒ ἡ φύσις om. ΑΒ
<lb/>13 πάντα Pap καθ’ ἑκάστην Pap: om. ceteri
<lb/>14 τὰ Pap: om. codd. ἐνθένδε Pap: ἐντεῦθεν codd. ορμηθεις Pap: om. ceteri
<lb/>16 τοι] τὸ P τοῦ παντός ABHP 17.
<lb/>18 αρχην—παντος Pap: om. codd.
<lb/>18 ἀπένειμεν H1P, ἀπένειμε Pap G: ἀπόνειμε H2, om. AB
<lb/>19 ἀνέθηκεν Pap GP ἀρχὰς Pap: ἀπαρχὰς codd. 
<lb/>20 εἶπεν φησιν Pap: εἶπε codd. πρὸς Μωυσῆν codd.: Μω(υσηι) Pap 
<lb/>21 πάσαν Pap: om. codd.</note> <note xml:lang="lat" type="footnote"><lb/>16 cf. ad vol. I p. 273,10.</note>  

<pb n="v.3.p.28"/>
 (Exod. 13, 1. 2)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="118"><p>ὥστε ἀνωμολογῆσθαι καὶ διὰ τούτων, ὅτι τὰ πρῶτα
καὶ χρόνῳ καὶ δυνάμει κτήματα θεοῦ, καὶ διαφερόντως τὰ πρωτογενῆ.
ἐπειδὴ γὰρ πᾶν γένος ἄφθαρτον, δικαίως τῷ ἀφθάρτῳ προσνεμηθήσεται,
καὶ εἴ τις καὶ συνόλως μήτραν διοιγνύειν ἀπὸ ἀνθρώπου,
τοῦ λογισμοῦ καὶ λόγου, ἕως κτήνους, αἰσθήσεώς τε καὶ σώματος. <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="119"><p>ὁ γὰρ διοιγνὺς τὴν μήτραν ἑκάστων, τοῦ μὲν νοῦ πρὸς τὰς νοητὰς καταλήψεις,
τοῦ δὲ λόγου πρὸς τὰς διὰ φωνῆς ἐνεργείας, τῶν δὲ αἰσθήσεων
πρὸς τὰς ἀπὸ τῶν ὑποκειμένων ἐγγινομένας φαντασίας, τοῦ δὲ σώματος
πρὸς τὰς οἰκείους αὐτῷ σχέσεις τε καὶ κινήσεις ἀόρατος καὶ σπερματικὸς
καὶ τεχνικὸς θεῖός ἐστι λόγος, ὃς προσηκόντως ἀνακείσεται τῷ πατρί. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="120"><p>καὶ μὴν ὥσπερ αἱ ἀρχαὶ θεοῦ, οὕτως καὶ τὰ τέλη θεοῦ. μάρτυς δὲ
Μωυσῆς προστάττων ἀφαιρεῖν καὶ ὁμολογεῖν τὸ τέλος τῷ κυρίῳ
 (Num. 31, 28 ss.). μαρτυρεῖ δὲ καὶ τὰ ἐν κόσμῳ.</p></div></div></body></text></TEI>