<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="111"><p>νῷ γὰρ ὁ θεὸς καταλαμβάνειν
τὸν μὲν νοητὸν κόσμον δι’ ἑαυτοῦ, τὸν δὲ ὁρατὸν δι’ αἰσθήσεως
ἐφῆκεν. εἰ δὴ δύναιτό τις πᾶσι τοῖς μέρεσι ζῆσαι θεῷ μᾶλλον
ἢ ἑαυτῷ, διὰ μὲν τῶν αἰσθήσεων εἰς τὰ αἰσθητὰ διακύψας ἕνεκα τοῦ <lb n="10"/>
τἀληθὲς εὑρεῖν, διὰ δὲ τῆς ψυχῆς τὰ νοητὰ καὶ ὄντα ὄντως φιλοσοφήσας,
διὰ δὲ τοῦ κατὰ τὴν φωνὴν ὀργάνου καὶ τὸν κόσμον καὶ τὸν δημιουργὸν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="112"><p> ὑμνήσας, εὐδαίμονι καὶ μακαρίῳ βίῳ χρήσεται. <milestone unit="altref" n="23"/> ταῦτα
ἐκ τοῦ „λάβε μοι“ παρεμφαίνεσθαι νομίζω. βουληθεὶς μέντοι καὶ τῆς
θείας ἀρετῆς ἀπ’ οὐρανοῦ τὴν εἰκόνα ἐπὶ γῆν καταπέμψαι δι’ ἔλεον <lb n="15"/>
τοῦ γένους ἡμῶν, ἵνα μὴ ἀτυχήσῃ τῆς ἀμείνονος μοίρας, συμβολικῶς
τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ κατασκευάζει, σοφίας ἀπεικόνισμα
 καὶ μίμημα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="113"><p>τῆς γὰρ ἀκαθαρσίας ἡμῶν ἐν μέσῳ φησὶ τὴν σκηνὴν
ἱδρῦσθαι τὸ λόγιον, ἵν’ ἔχωμεν ᾧ καθαρθησόμεθα ἐκνιψάμενοι καὶ ἀπολουσάμενοι
τὰ καταρρυπαίνοντα ἡμῶν τὸν ἄθλιον καὶ <milestone unit="altpage1" n="p. 489 Μ."/>  δυσκλείας γέμοντα
βίον. τὰ συντείνοντα οὖν πρὸς τὴν κατασκευὴν ἴδωμεν ὃν τρόπον εἰσφέρειν <lb n="21"/>
 προσέταξεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="114"><p>„ἐλάλησε“ φησί „κύριος πρὸς Μωυσῆν λέγων· εἰπὸν
τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβετέ μοι ἀπαρχάς, παρὰ πάντων οἷς ἂν δόξῃ
<note xml:lang="mul" type="footnote"><lb/>1 διανηται Pap, διανοῆσαι v ἵνα Pap D
<lb/>2 ἐγκωμίοις Pap ABD: ἐγκωμίῳ GHP καὶ εὐδαιμονισμοῖς om. D γεγαίροι v 3.
<lb/>4 τὰς πρὸς—ἐπιδεικνύμενος om. D
<lb/>4 δὲ om. Β φαντασιούμενοι Β 4.
<lb/>5 τὸν αἰσθητὸν ἅπαντα κόσμον Pap D L D R: τὸν αἰσθητὸν κόσμον ἅπαντα D M, πάντα τὸν αἰσθητὸν κόσμον codd.
<lb/>5 prius καὶ Pap D: τε καὶ codd. 5—7 ζῷα—σχέσεις om. 
<lb/>7 τῆ ψυχὴ D διαγγεληι Pap D R, διαγγέλλοι v
<lb/>9 δὴ Pap: δὲ codd. 
<lb/>11 τὸ ἄληθες Pap
<lb/>13 βίῳ om. Pap ταῦτ’ Β
<lb/>15 ἀκόνα ut vid. L, ἀκρότητα V τὴν γῆν DC, γῆς DK καταπέμψαι post οὐρανοῦ transp. D C 
<lb/>16 τῆς] τέλεον τῆς D μείζονος D R 17.
<lb/>18 καὶ τὰ—σκηνὴν om. AB ἀπεικονίσματα καὶ μιμήματα D
<lb/>19 ἱδρῦσθαι Pap D: ἱδρύσασθαι codd. τὸ λόγιον post φησὶ transpos. D post λόγιον add. διετάξατο ABP2 ἶνα codd. D 
<lb/>20 τὰ] πρὸς τὸν DR
<lb/>22 φησιν Pap εἶπον codd.
<lb/>23 λάβε G παρα παντων Pap: om. codd.</note> <note xml:lang="mul" type="footnote">14—21 DC fol. 173v τοῦ αὐτοῦ D R fol. 162v post locum ad vol. I p. 72,3 allatum: βουληθεὶς οὖν (οὖν om. D C) ὁ θεὸς τῆς θείας—βίον.</note>  

<pb n="v.3.p.27"/>
τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου“ (Exod. 25, 1.2.). οὐκοῦν κἀνταῦθα
παραίνεσις μὴ ἑαυτοῖς ἀλλὰ θεῷ λαβεῖν, τίς τε ὁ διδούς ἐστιν
ἐξετάζοντας καὶ τὰ δοθέντα μὴ σινομένους, ἀσινῆ δὲ καὶ ἄμωμα τέλειά
τε αὖ καὶ ὁλόκληρα διαφυλάττοντας. τὰς δ’ ἀρχὰς δογματικώτατα ἀνέθηκεν
<lb n="5"/> αὐτῷ· τῷ γὰρ ὄντι καὶ σωμάτων καὶ πραγμάτων αἱ ἀρχαὶ κατὰ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="115"><p>θεὸν ἐξετάζονται μόνον. ἐρεύνησον δέ, εἰ θέλεις γνῶναι, ἕκαστα, φυτά, ζῷα, τέχνας, ἐπιστήμας. ἆρ’ οὖν αἱ πρῶται τῶν φυτῶν σπερματικαὶ
καταβολαὶ γεωργίας ἢ τῆς ἀοράτου φύσεώς εἰσιν ἀόρατα ἔργα; τί δ’ αἱ
ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γενέσεις; οὐχ ὡσανεὶ μὲν συναιτίους
<lb n="10"/> ἔχουσι τοὺς τοκέας, τὴν δ’ ἀνωτάτω καὶ πρεσβυτάτην καὶ ὡς ἀληθῶς
αἰτίαν τὴν φύσιν;</p></div></div></body></text></TEI>