νῷ γὰρ ὁ θεὸς καταλαμβάνειν τὸν μὲν νοητὸν κόσμον δι’ ἑαυτοῦ, τὸν δὲ ὁρατὸν δι’ αἰσθήσεως ἐφῆκεν. εἰ δὴ δύναιτό τις πᾶσι τοῖς μέρεσι ζῆσαι θεῷ μᾶλλον ἢ ἑαυτῷ, διὰ μὲν τῶν αἰσθήσεων εἰς τὰ αἰσθητὰ διακύψας ἕνεκα τοῦ τἀληθὲς εὑρεῖν, διὰ δὲ τῆς ψυχῆς τὰ νοητὰ καὶ ὄντα ὄντως φιλοσοφήσας, διὰ δὲ τοῦ κατὰ τὴν φωνὴν ὀργάνου καὶ τὸν κόσμον καὶ τὸν δημιουργὸν ὑμνήσας, εὐδαίμονι καὶ μακαρίῳ βίῳ χρήσεται. ταῦτα ἐκ τοῦ „λάβε μοι“ παρεμφαίνεσθαι νομίζω. βουληθεὶς μέντοι καὶ τῆς θείας ἀρετῆς ἀπ’ οὐρανοῦ τὴν εἰκόνα ἐπὶ γῆν καταπέμψαι δι’ ἔλεον τοῦ γένους ἡμῶν, ἵνα μὴ ἀτυχήσῃ τῆς ἀμείνονος μοίρας, συμβολικῶς τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ κατασκευάζει, σοφίας ἀπεικόνισμα καὶ μίμημα. τῆς γὰρ ἀκαθαρσίας ἡμῶν ἐν μέσῳ φησὶ τὴν σκηνὴν ἱδρῦσθαι τὸ λόγιον, ἵν’ ἔχωμεν ᾧ καθαρθησόμεθα ἐκνιψάμενοι καὶ ἀπολουσάμενοι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν ἄθλιον καὶ δυσκλείας γέμοντα βίον. τὰ συντείνοντα οὖν πρὸς τὴν κατασκευὴν ἴδωμεν ὃν τρόπον εἰσφέρειν προσέταξεν. „ἐλάλησε“ φησί „κύριος πρὸς Μωυσῆν λέγων· εἰπὸν τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβετέ μοι ἀπαρχάς, παρὰ πάντων οἷς ἂν δόξῃ 1 διανηται Pap, διανοῆσαι v ἵνα Pap D 2 ἐγκωμίοις Pap ABD: ἐγκωμίῳ GHP καὶ εὐδαιμονισμοῖς om. D γεγαίροι v 3. 4 τὰς πρὸς—ἐπιδεικνύμενος om. D 4 δὲ om. Β φαντασιούμενοι Β 4. 5 τὸν αἰσθητὸν ἅπαντα κόσμον Pap D L D R: τὸν αἰσθητὸν κόσμον ἅπαντα D M, πάντα τὸν αἰσθητὸν κόσμον codd. 5 prius καὶ Pap D: τε καὶ codd. 5—7 ζῷα—σχέσεις om. 7 τῆ ψυχὴ D διαγγεληι Pap D R, διαγγέλλοι v 9 δὴ Pap: δὲ codd. 11 τὸ ἄληθες Pap 13 βίῳ om. Pap ταῦτ’ Β 15 ἀκόνα ut vid. L, ἀκρότητα V τὴν γῆν DC, γῆς DK καταπέμψαι post οὐρανοῦ transp. D C 16 τῆς] τέλεον τῆς D μείζονος D R 17. 18 καὶ τὰ—σκηνὴν om. AB ἀπεικονίσματα καὶ μιμήματα D 19 ἱδρῦσθαι Pap D: ἱδρύσασθαι codd. τὸ λόγιον post φησὶ transpos. D post λόγιον add. διετάξατο ABP2 ἶνα codd. D 20 τὰ] πρὸς τὸν DR 22 φησιν Pap εἶπον codd. 23 λάβε G παρα παντων Pap: om. codd. 14—21 DC fol. 173v τοῦ αὐτοῦ D R fol. 162v post locum ad vol. I p. 72,3 allatum: βουληθεὶς οὖν (οὖν om. D C) ὁ θεὸς τῆς θείας—βίον. τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου“ (Exod. 25, 1.2.). οὐκοῦν κἀνταῦθα παραίνεσις μὴ ἑαυτοῖς ἀλλὰ θεῷ λαβεῖν, τίς τε ὁ διδούς ἐστιν ἐξετάζοντας καὶ τὰ δοθέντα μὴ σινομένους, ἀσινῆ δὲ καὶ ἄμωμα τέλειά τε αὖ καὶ ὁλόκληρα διαφυλάττοντας. τὰς δ’ ἀρχὰς δογματικώτατα ἀνέθηκεν αὐτῷ· τῷ γὰρ ὄντι καὶ σωμάτων καὶ πραγμάτων αἱ ἀρχαὶ κατὰ θεὸν ἐξετάζονται μόνον. ἐρεύνησον δέ, εἰ θέλεις γνῶναι, ἕκαστα, φυτά, ζῷα, τέχνας, ἐπιστήμας. ἆρ’ οὖν αἱ πρῶται τῶν φυτῶν σπερματικαὶ καταβολαὶ γεωργίας ἢ τῆς ἀοράτου φύσεώς εἰσιν ἀόρατα ἔργα; τί δ’ αἱ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γενέσεις; οὐχ ὡσανεὶ μὲν συναιτίους ἔχουσι τοὺς τοκέας, τὴν δ’ ἀνωτάτω καὶ πρεσβυτάτην καὶ ὡς ἀληθῶς αἰτίαν τὴν φύσιν;