<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="11"><p>μηδεὶς μέντοι νομισάτω τοῦτ’ αὐτὸ μόνον ἐμφαίνεσθαι διὰ τοῦ „σιώπα καὶ ἄκουε“, ἀλλὰ καὶ προτρέψασθαι
<lb n="10"/> δυνατώτερον ἕτερον· οὐ γὰρ παραινεῖ μόνον γλώττῃ σιωπᾶν καὶ ὠσὶν
ἀκούειν, ἀλλὰ καὶ ψυχῇ ταῦτα παθεῖν ἀμφότερα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="12"><p>πολλοὶ γὰρ ἐπ’ ἀκρόασιν ἥκοντές τινος οὐκ ἐληλύθασι ταῖς διανοίαις, ἀλλ’ ἔξω πλανῶνται
καὶ μυρία περὶ μυρίων ἑαυτοῖς διεξέρχονται, τὰ συγγενικά, τὰ ὀθνεῖα, τὰ
ἴδια, τὰ δημόσια, ὧν εἰκὸς ἦν ἐν τῷ παρόντι μὴ μεμνῆσθαι, πάνθ’ ὡς
<lb n="15"/> ἔπος εἰπεῖν ἑξῆς συναριθμούμενοι, καὶ διὰ τὸν ἐν ἑαυτοῖς πολὺν θροῦν ἀδυνατοῦσι
τοῦ λέγοντος ἀκροᾶσθαι· λέγει γὰρ ἐκεῖνος ὥσπερ οὐκ ἐν
<note xml:lang="mul" type="footnote"><lb/>1 εφυλαξεν Pap 1.
<lb/>2 καὶ τὰ δικαιώματα μου καὶ τὰ νόμιμα μου Pap: καὶ τοὺς νόμους μου (μου (μου om. P) καὶ τὰς κρίσεις codd.
<lb/>2 δὲ codd. Anton. δὲ om. Α
<lb/>4 αἰσίῳ Pap G Anton.: αἰσία HPD, αἰδεσίμῳ OAB εἰσιν Pap
<lb/>5 ἐμπρεπές Pap D: εὐπρεπές codd. ἐφ’ ὦν] ἀφ᾿ ὧν ὧν] D2R, ἄφρον post λέγεται add. παρὰ τοῦ νομοθέτου DRDH ὁ πᾶν καλὸν D θρασυτατον γὰρ καὶ λαλίστατον Pap: θρασύτατον γὰρ καὶ ἀκαλλέστατον D, κάκιστον γὰρ καὶ θρασύτατον codd.
<lb/>7 post ἀμαθία add. ἄριστον δ’ ἡ εὐμάθεια OAB, mg. P2 ἧς] ἡ D ἐστιν] ἐστὶ λυσιτελέστατον D ἄκος Pap (coni. Mang.): ἀκοῆς codd. D 
<lb/>8 ἀξίων DK προφερομένων ἀκοῆς scripsi: φερομένων ἀκοῆς Pap, προσφερομένων ἀκοὴ D, προσοχῆς προφερομένων Β, ἀκοῆς (προσοχῆς A) προσφερομένων ceteri, ante ἀκοῆς ras. in Η τοῦτο codd. D αὐτῶ GHP, om. D 9.
<lb/>10 ἀλλὰ— ἕτερον] πᾶν καλὸν παράγγελμα DR
<lb/>9 προτρέψαι AB
<lb/>10 ἕτερον] ἕκαστον AB γὰρ om. Pap γλωττη Pap DH: γλώσση codd. DK γλώσση μόνον 
<lb/>11 τῆ ψυχὴ ἀμφότερα παθεῖν D μαθεῖν G
<lb/>12 ἥκοντος DR ἐληλύθασιν Pap
<lb/>13 αὐτοῖς 0, ἐν ἑαυτοῖς DH 13—15 τὰ om. D
<lb/>14 τὰ δημόσια scripsi: τα, tum ὁ litt. evanidae Pap; om. codd., τὰ κοινὰ coni. Cohn
<lb/>14 πανθ’ Pap: πάντα GHP, πάντως ἃ OAB
<lb/>15 εἰπεῖν] εἶναι P(H1) ἐξῆ Pap ἐν om. Β ἑαυτοῖς Pap DH: ἑαυτῆς Β, αὑτοῖς Η2, αὐτοῖς ceteri DR
<lb/>16 ἀκροάσασθαι D ἐκεῖνος οὐχ ὡς ἐν ἀνθρώποις, ἀλλ’ ὡς ἐν D</note> <note xml:lang="mul" type="footnote">2—4 DR fol. 159v Anton. Mel. II
<lb/>23 col. 1065 Φίλωνος: μέγιστον ἐγκώμιον—κατορθοῦν. 4—4,2 DR fol. 44v Φίλωνος τίς ἐστιν ὁ τῶν θείων κληρονόμος DH fol. 132r Φίλωνος. εἰσὶν οἶς ἀκούειν—ἀκοαὶ δὲ οὐκ εἰσίν (DH lin. 4,1 ἀψύχοις desinit). 4—6 D2R fol. 137r Φίλωνος ἐκ τοῦ περὶ κοσμοποιίας: εἰσὶν οἷς—πᾶν καλὸν παράγγελμα·· ἀμαθίᾳ γὰρ συμφέρον ἡσυχία.</note>  

<pb n="v.3.p.4"/>
ἀνθρώποις, ἀλλ’ ἐν ἀψύχοις ἀνδριᾶσιν, οἷς ὦτα μέν ἐστιν, ἀκοαὶ δ’ οὐκ
 ἔνεισιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="13"><p>ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων
πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν
καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ
Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, <lb n="5"/>
 ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="14"><milestone unit="altref" n="4"/><p>τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον
ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον
ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· „κύριος πολεμήσει
ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε“, καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε·
„καὶ εἶπε <milestone unit="altpage1" n="p. 475 M."/>  κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ“ (Exod. 14, 14. 15) ;
ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς <lb n="11"/>
ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ,
ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’
ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ
παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς <lb n="15"/>
 οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="15"><p>τὸ γὰρ νοητῆς ἁρμονίας
εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνδράσιν OAB εστι Pap, εἰσίν D δὲ codd. D
<lb/>2 ἔνεισιν] εἰσίν D post ἔξωθεν add. τῶν OAB
<lb/>3 ἠρέμιον G ἀνάγων OAB, ἀναγαγὼν G
<lb/>4 ἑαυτὸν ἀποτείνῃ ante πρὸς transpos. codd. 4.
<lb/>5 κατὰ—προσοχῆς om. Pap
<lb/>5 Μωσέως codd. ἀκροᾶσθαι Pap ὁ ἑταίρων Pap, ἑτέρων L δὲ codd. ἴσχυσαι Pap: ἰσχύσει Η2, ἰσχύσῃ ceteri
<lb/>7 δὲ Pap G: δ’ ceteri φιλοδεσπόταις G
<lb/>8 κτῆμα om. Η ουν Pap ἐξαγ(ωγῇ) Pap (cf. tabulam phototypicam apud Scheilium, qui non recte legit εξαρω): ἐξόδω codd.
<lb/>9 ὑμῶν Pap PH1: ἡμῶν ceteri σιωπήσεσθε Pap
<lb/>10 εἶπεν Pap Μωσῆν GHP βόα Pap
<lb/>12 ἐρῶντι coni. Mang. θείω Pap (idem ipse conieceram): θεῶ codd. συνηρεμουντα Pap, συνηρεμοῦντας coni. Cohn
<lb/>15 ψύχης Pap: φωνῆς codd.
<lb/>16 οὐδεὶς L1 ἀγέννητος codd. (Pap?) μόνον O</note> <note xml:lang="mul" type="footnote"><lb/>10 Origenis fragm. ex codice affert Mang.: καὶ Μωυσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ θεὸς ἔφη· τί βοᾷς πρὸς μέ, Orig. Hom. in Exod. V4 p. 146: quomodo clamat? nulla eius vox clamoris auditur, et tamen dicit ad eum deus: quid clamas ad me? velim scire, quomodo sancti sine voce clamant ad deum . . . per silentium sanctorum clamor auditur. Comment. in loann. VI
<lb/>10 p. 119: ἐὰν
<lb/>51 μὴ μὴν conicio) παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἄν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγήν, ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· „τί βοᾶς πρὸς μέ“; οὐκ αἰσθητῶς βεβοηκότα — οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ μεγάλως δὲ τὴν ἀκουομένην μόνω θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. cf. Theodoretum in psalm. 5,2 (p. 635).</note>  

<pb n="v.3.p.5"/>
ἱκανός, τῶν δὲ ἐν αἰσθήσει φυρομένων οὐδὲ εἷς. ὅλου δὴ τοῦ διανοίας
ὀργάνου κατὰ τὴν διὰ πασῶν ἢ δὶς διὰ πασῶν συμφωνίαν ἐξηχοῦντος ὁ
<lb n="6"/> ἀκροατὴς ὡσανεὶ πυνθάνεται πρὸς ἀλήθειαν οὐ πυνθανόμενος —
πάντα γὰρ γνώριμα θεῷ — „τί βοᾷς πρὸς μέ“; καθ’ ἱκεσίαν
<lb n="5"/>κακῶν ἀποτροπῆς ἢ κατ’ εὐχαριστίαν μετουσίας ἀγαθῶν ἢ κατὰ ἀμφότερα;
</p></div></div></body></text></TEI>