<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="106"><p>παρακατέθετο δέ σοι αὐτῷ ψυχήν, λόγον, αἴσθησιν ὁ
ζῳοπλάστης, ἃ συμβολικῶς δάμαλις, κριός, αἲξ ἐν ἱεραῖς γραφαῖς ὠνομάσθησαν <lb n="15"/>
(Gen. 15, 9). ταῦτα δ’ οἱ μὲν εὐθὺς ὑπὸ φιλαυτίας ἐνοσφίσαντο,
 οἱ δὲ ἐταμιεύσαντο πρὸς καιριωτάτην ἀπόδοσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="107"><p>τῶν μὲν οὖν
νοσφιζομένων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν· τίς γὰρ ἡμῶν ψυχὴν καὶ αἴσθησιν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀναγκαιότατα G
<lb/>2 γέγραπται om. OAB prius ἡ om. GP δὲ ἡ OABH2: δὲ Pap GH1P
<lb/>3 ἀγαθόν om. OAB
<lb/>5 πάντα om. OAB μεταίτου Pap: μετ’ αὐτὸν GH2, μετ’ αὐτοῦ ceteri. hic incipit pars recens ex Turnebi ed. descripta in O
<lb/>7 προκαταθεμένω Α8
<lb/>8 συμβαλόντι Pap ΑΒ: σύμβολόν τι ceteri νεωτέραν GPH1
<lb/>9 αντεκτεινουσηι Pap μύριοι Pap D: πολλοὶ codd. 9.
<lb/>10 εξαρνοι Pap D: ἐξα G, ἐκ ceteri
<lb/>10 ἱέρων hic hab. Pap: ante ἐγένοντο codd., om. D; post ἱερῶν add. πονηροὶ Η2 ὑπὸ μέτρου GPH1
<lb/>11 post γενναῖε add. καὶ τῶν θείων ὑπήκοε D παντὶ σθένει πειρῶ Pap D: πειρῶ παντὶ σθένει codd.
<lb/>12 πάσης Pap D: πλείονος codd.
<lb/>13 post ἀξιοῦν add. ὡς αὐτεξούσιος καὶ δυνατός D ἵνα D ἔχει D M, ἔχοι GHP 13.
<lb/>14 τῆς παραφυλακῆς D
<lb/>13 παρὰ] περὶ Β σοῦ] σοὶ coni. Mang. (Pap?)
<lb/>14 αἰτιᾶσθαι Pap (?) D M V σοι αὐτῷ] τῆ σῆ προειρέσει D 15.
<lb/>16 ὠνομάσθησαν om. Α8
<lb/>16 δὲ Pap εὐθὺς om. ΑΒ, in ras. P ὑπὸ] ἀπὸ G φιλαυθιας Pap, φιλαυτίαν Β
<lb/>17 ἐταμιεύσαντο hic hab. Pap: post ἀπόδοσιν transpos. codd. καιριωτέραν coni. Mang. 18. 25,1 αἴσθησιν καὶ λόγον Pap: λόγον καὶ αἴσθησιν codd.</note> <note xml:lang="mul" type="footnote">9—11 DP fol. 268, DL fol. 125v Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος DK fol. 230v Φίλωνος: μυρίοι—καταχρησάμενοι. 11—15 DM fol. 18r DL fol. 57r ἐκ τοὐ τίς ὁ τῶν θείων κληρονόμος D R fol. 18v Φίλωνος: σοὶ λέγεται, ὦ γενναῖε—ζῳοπλάστης. pergunt p. 25,19.</note>  

<pb n="v.3.p.25"/>
καὶ λόγον, πάνθ’ ὁμοῦ ταῦτ’ οὔ φησιν ἑαυτοῦ κτήματ’ εἶναι, τὸ
αἰσθάνεσθαι, τὸ λέγειν, τὸ καταλαμβάνειν οἰόμενος ἐφ’ ἑαυτῷ μόνῳ
κεῖσθαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="108"><p>τῶν δὲ τὴν πίστιν ἱερὰν καὶ ἄσυλον ὄντως διαφυλαττόντων ὀλίγος ἐστὶν ἀριθμός. οὗτοι ταῦτα τὰ τρία ἀνατεθείκασι θεῷ, ψυχήν,
<lb n="5"/> αἴσθησιν, λόγον· ἔλαβον γὰρ οὐχ ἑαυτοῖς, ἀλλ’ ἐκείνῳ πάντα ταῦτα,
ὥστε εἰκότως ὡμολόγησαν κατ’ αὐτὸν εἶναι τὰς ἑκάστων ἐνεργείας, τοῦ
νοῦ τὰς διανοήσεις, τοῦ λόγου τὰς ἑρμηνείας, τῆς αἰσθήσεως τὰς φαντασίας.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="109"><p>οἱ μὲν οὖν ἑαυτοῖς ταῦτα ἐπιγράφοντες ἄξια τῆς ἑαυτῶν βαρυδαιμονίας  <milestone unit="altpage2" n="p. 488 M."/> ἐκληρώσαντο, ψυχὴν μὲν ἐπίβουλον, ἀλόγοις πάθεσι πεφυρμένην
<lb n="10"/> καὶ πλήθει κακιῶν κατειλημμένην, τοτὲ μὲν ὑπὸ λαιμαργίας καὶ
λαγνείας ὥσπερ ἐν χαμαιτυπείῳ περιυβριζομένην, τοτὲ δὲ ὑπὸ πλήθους
ἀδικημάτων ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένην μετὰ κακούργων, οὐκ
ἀνθρώπων, ἀλλ’ ἐπιτηδευμάτων, ἃ πᾶσι τοῖς κριταῖς [ἢ τιμωρηταῖς]
ἀγώγιμα γέγονε, λόγον δὲ στόμαργον, ἠκονημένον κατὰ τῆς ἀληθείας,
<lb n="15"/> βλαβερὸν μὲν τοῖς ἐντυγχάνουσιν, αἰσχύνην δὲ τοῖς κεκτημένοις ἐπιφέροντα,
αἴσθησιν δὲ ἀκόρεστον, ἐμφορουμένην μὲν αἰεὶ τῶν αἰσθητῶν,
ὑπὸ δὲ ἀκράτορος τῆς ἐπιθυμίας μηδέποτε ἐμπλησθῆναι δυναμένην,
ἀλογοῦσαν τῶν σωφρονιστῶν, ὡς παρορᾶν καὶ παρακούειν καὶ ὅσα ἂν
ἐπ’ ὠφελείᾳ διεξέρχωνται παραπτύειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.1st1K-grc1" subtype="section" n="110"><p>οἱ δὲ λαβόντες μὴ ἑαυτοῖς, <lb n="20"/> ἀλλὰ θεῷ τούτων ἕκαστον αὐτῷ ἀνέθεσαν, ἱεροπρεπὲς καὶ ἅγιον ὄντως
φυλάξαντες τῷ κτησαμένῳ, τὴν μὲν διάνοιαν, ἵνα μηδὲν ἄλλο ἢ περὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 πανθ’ ὅμου ταυτ’ οὐ Pap: πάντα ὁμοῦ ταῦτα (τὰ G) GHP, οὐ πάντα ὁμοῦ ταῦτα ἑαυτοῦ κτηματ' Pap: κτήματα αὐτοῦ GHP, κτήματα αὐτῶ ΑΒ
<lb/>2 ἑαυτοῦ PL, τ ἑαυ Η
<lb/>3 τὴν Pap GP: om. ceteri
<lb/>4 ταῦτα om. Pap. ἀνατεθείκασιν Pap 4.
<lb/>5 ψυχήν, αἴσθησιν, λόγον om. ΑΒ
<lb/>5 πάντα ταύτα Pap: ταῦτα πάντα codd. ὁ ὥστε Pap (Turn.): ὅτε G, ὧ τε HP, ὧ καὶ κατ’ αὐτὸν Pap: καθ’ αὑτὸν GHP, καθ’ ἑαυτὸν ABL
<lb/>7 αἰ ἑρμηνείαι Pap 
<lb/>8 post ἄξια add. ταῦτα ABH2, αὐτὰ GP, ταὐτὰ Η1, ταύτης coni. Mang. αὐτῶν AB 11.
<lb/>12 ὥσπερ—ἀδικημάτων add. mg. H2
<lb/>11 χαμαιτύπη ABGP περιμυριζομένην G δὲ] δὴ Pap
<lb/>12 καθειργμένην Pap: καθειργνυμένην codd. 
<lb/>13 ἀλλὰ Pap Α η τιμωρηταῖς Pap: om. codd., fort. aliud latet (καὶ 
<lb/>14 γέγονε Pap ABG: γίνεται HP
<lb/>15 βλάβην conicio
<lb/>16 ἀεὶ codd.
<lb/>17 της Pap: om. codd.
<lb/>20 τούτων Pap et H2: ταῦτα ceteri αὐτῶ H2: αὐτῶν ceteri et Pap
<lb/>21 φυλάξαντες Pap HPD: διαφυλάξαντες ABG τῶ κτησαμένῳ Pap GHP: τὸ κεκτημένον ΑΒ, τὸ κτῆμα coni. Mang, τῷ παρακαταθεμένῳ conicio μηδὲν codd: μὴ Pap ἢ Pap D: ἢ τὰ codd.</note> <note xml:lang="mul" type="footnote">19—26,7 ibid. οἱ μὲν οὖν ταῦτα καλῶς δεξάμενοι καὶ φυλάξαντες τῷ δεδωκότι τὴν διάνοιαν ἐτηρησαν, ἶνα μηδὲν ἄλλο—διαγγέλλῃ.</note>  

<pb n="v.3.p.26"/>
θεοῦ καὶ τῶν ἀρετῶν αὐτοῦ διανοῆται, τὸν δὲ λόγον, ἵν’ ἀχαλίνῳ
στόματι ἐγκωμίοις καὶ ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρῃ τὸν τῶν ὅλων
πατέρα, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἀρετὰς εἰς ἓν τοῦτο μόνον ἔργον
συγκροτῶν καὶ ἐπιδεικνύμενος, τὴν δὲ αἴσθησιν, ἵνα φαντασιουμένη τὸν
αἰσθητὸν ἅπαντα κόσμον οὐρανὸν καὶ γῆν καὶ τὰς μεταξὺ φύσεις, ζῷά <lb n="5"/>
τε καὶ φυτά, ἐνεργείας τε καὶ δυνάμεις αὐτῶν καὶ ὅσαι κινήσεις καὶ
 σχέσεις, ἀδόλως καὶ καθαρῶς ψυχῇ διαγγέλλῃ.</p></div></div></body></text></TEI>