p.473 M. Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει τὰ περὶ μισθῶν ὡς ἐνῆν ἐπ’ ἀκριβείας διεξήλθομεν· νυνὶ δὲ πρόκειται ζητεῖν, τίς ὁ τῶν θείων πραγμάτων κληρονόμος ἐστίν. ἐπειδὴ γὰρ θεσπισθέντος ὁ σοφὸς ἤκουσε λογίου τοιούτου· „ὁ μισθός σου πολὺς ἔσται σφόδρα”, πυνθάνεται φάσκων· „δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ“, καὶ πάλιν „ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με” (Gen. 15, 1—3). καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγεὶς ἄφωνος καὶ ἀχανὴς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; ἐπιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λῦπαι, καὶ αἱ ὑπερβάλλουσαι χαραί. διὸ καὶ Μωυσῆς ἰσχνόφωνος ὁμολογεῖ καὶ βραδύγλωσσος γενέσθαι, ἀφ’ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι φίλωνος Pap: φίλωνος ἰουδαίου ΑΒ, τοῦ αὐτοῦ P, om. OGH ἐστιν Pap Eus: πραγμάτων codd. καὶ περὶ—τομῆς om. OP καὶ] ἡ Pap Eus εἰς τὰ ἴσα Pap Eus: ἴσα codd. 1 συνταξει Pap: βίβλῳ codd. τὰ πέρι Pap: περὶ codd. 2 νυν Pap ζητεῖν om. Pap 3. 4 θεσπισθεντος ὁ add. ex codd.) σοφὸς ἤκουσε λογίου Pap: θεσπισθέντος λογίου τοιούτου ὁ σοφὸς ἤκουσεν codd. ἤκουεν Α 4 έσται Pap: om. codd. 5 δέσποτα τι μοι Pap: τί μοι, δέσποτα codd. ἀπολύομαι Pap: ἀπελεύσομαι codd. ὁ Μασεκ Pap (Mang.): μου ὀ ἐκ codd. οἰκογενοῦς Pap: ἱκέτιδος O, οἰκέτιδος ceteri μου om. Α κληρονομήσει (κληρονομήσειέ Ο) με add. post μου codd., om. Pap 7 om. Pap (probat Cohn) 9 εἰ καὶ OAB 10 αἱ om. OAB 11 αἱ Pap N: om. ceteri Μωσῆς codd. N 11. 12 καὶ βραδύγλωσσος ὁμολογεῖ transpos. codd. N 8—2,4 καίτοι—φιλοσοφοῦντα N fol. 165r. (Exod. 4, 10). καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτων οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ’ εὐτρόχου καὶ ὑψηγόρου δυνάμεως φιλοσοφοῦντα. θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε εὐτολμία καὶ ἡ ἐν τῷ δέοντι παρρησία πρὸς τοὺς ἀμείνους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰρῆσθαι δοκεῖν ἂν πάνθ’ ὁ δοῦλος ἡσυχάζειν μανθάνῃ, πονηρὸς ἔσται· μεταδίδου παρρησίας. πότε οὖν ἄγει παρρησίαν οἰκέτης πρὸς δεσπότην;