τίς ἂν οὖν εἴη πλὴν ὁ λόγος ὁ πρεσβύτερος τῶν γένεσιν εἰληφότων, οὗ καθάπερ οἴακος ἐνειλημμένος ὁ τῶν ὅλων κυβερνήτης πηδαλιουχεῖ τὰ σύμπαντα, καὶ ὅτε ἐκοσμοπλάστει χρησάμενος ὀργάνῳ τούτῳ πρὸς τὴν ἀνυπαίτιον τῶν ἀποτελουμένων σύστασιν; ὡς μὲν τοίνυν γῆν μὲν τὸ σῶμα, συγγένειαν δὲ τὴν αἴσθησιν, οἶκον δὲ πατρὸς τὸν λόγον αἰνίττεται, δεδηλώκαμεν. τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν 1 λόγον H2 σύμβολον εἶναι συμβέβηκεν Η1 2 prius καὶ om. H2 3 Μωσῆς codd. φῇ] φησι H1H2 4 φησι τὸν ex corr. Η1 6 αἴσθησιν H2 συuενὴς P αλλογος conicio, λογικοῦ coni. Cohn, 7 ἐπειδὰν μιᾶς MH2, ἐπιδημίας A 8 ἀφ’ MA: om. H1H2P 10 εἰκὸς P αuλης scripsi: ὅλης codd. 12 ἄν ex corr. H’: ἐὰν MH-P, om. Α τέκει Α 13 διακοσμήσεως Η2 14 ἐν] εἰ H2 15 φησὶ] φασὶ coni. Maug. 16. 17 ἀλλ’ — τοῦτο om. H2 17 τούτων conicio, τι τούτων coni. Mang. 19 ἀιδής, ψυχή 2 alterum ψύχῃ] ψυχὴ MH1P οὑν ἄν M 22 ἐκοσμοπλάστη H2 23 post. σῶμα add. καλεῖ v 24 αἰνίττεται Η2: om. ceteri 25 οὐκ ἔσθ’ Turn.: οὐκέθ᾿ codd. 25 sqq. ibid. lib. II 1, 3: ergo qui vult perfectam purgationem consequi, disiungat se ab his tribus, a corpore, a sensibus corporalibus, a voce, in quibus sunt omnes corporis passiones et circumscriptiones sensuum, quibus decipimur et iliudimur. ibid, lib. 12,4: qui iustus est vir, rationabile animae suae ab irrationabili disiungere debet ac segregare. οὐσίαν, ἐπεὶ θάνατον ἦν διαγορεύοντος ἡ πρόσταξις, ἀλλ’ ἴσον τῷ τὴν γνώμην ἀλλοτριώθητι, πρὸς μηδενὸς περισχεθεὶς αὐτῶν ὑπεράνω στῆθι πάντων· ὑπήκοοί σού εἰσι, μηδέποτε ὡς ἡγεμόσι χρῶ· βασιλεὺς ὢν ἄρχειν ἀλλὰ μὴ ἄρχεσθαι πεπαίδευσο, πάντα τὸν αἰῶνα γίνωσκε σεαυτόν, ὡς καὶ Μωυσῆς πολλαχοῦ διδάσκει λέγων „πρόσεχε σεαυτῷ“ (Exod. 34,12)· οὕτως γὰρ ὧν τε ὑπακούειν καὶ οἷς ἐπιτάττειν προσῆκεν αἰσθήσῃ. ἄπελθε οὖν ἐκ τοῦ περὶ σεαυτὸν γεώδους, τὸ παμμίαρον, ὦ οὗτος, ἐκφυγὼν δεσμωτήριον, τὸ σῶμα, καὶ τὰς ὥσπερ εἱρκτοφύλακας ἡδονὰς καὶ ἐπιθυμίας αὐτοῦ παντὶ σθένει καὶ πάσῃ δυνάμει, μηδὲν τῶν εἰς κάκωσιν παρείς, ἀλλὰ πάντα ἀθρόα συλλήβδην ἐπανατεινάμενος. ἄπελθε κἀκ τῆς συγγενοῦς αἰσθήσεως· νυνὶ μὲν γὰρ κέχρηκας ἑκάστῃ σεαυτὸν καὶ γέγονας ἀλλότριον τῶν δεδανεισμένων ἀγαθὸν ἀποβεβληκὼς τὸ ἴδιον. οἶδας δέ, κἂν πάντες ἡσυχάζωσιν, ὡς ὀφθαλμοί σε ἄγουσι καὶ ὦτα καὶ ἡ ἄλλη τῆς συγγενείας πληθὺς ἅπασα πρὸς τὰ φίλα ἑαυτοῖς.