εἰσὶ δ’ οἳ μέχρι τῆς τελευτῆς τὰς πρὸς σῶμα σπονδὰς ἔθεντο καὶ ὥσπερ λάρνακι ἢ σορῷ ἢ ὅπως ὀνομάζειν ἑτέρως φίλον τῷδε ἐνετάφησαν. ὧν τὰ μὲν ὅσα φιλοσώματα καὶ φιλοπαθῆ μέρη λήθῃ παραδοθέντα κατορύττεται· εἰ δέ πού τι φιλάρετον παρανέβλαστε, μνήμαις ἀνασῴζεται, δι’ ὧν τὰ καλὰ ζωπυρεῖσθαι πέφυκε. τὰ γοῦν ὀστᾶ Ἰωσήφ, λέγω δὴ τὰ μόνα ὑπολειφθέντα τῆς τοσαύτης ψυχῆς ἀδιάφθορα καὶ ἀξιομνημόνευτα εἴδη, περιποιεῖται ὁ ἱερὸς λόγος (Gen. 50, 25), ἄτοπον ἡγούμενος καθαρὰ μὴ καθαροῖς συνεζεῦχθαι. τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι 3 post ἑαυτὸν des. Η2, sequitur De ebr. § 49 ἀποκλινόμενον coni. Mang. 6 τὸν HP: τῶν MA 7 κατισχημένον τὰ πρός Α τά ora. Α καὶ θνητά om. L ῥἐοντιΗP1 11 τῶν P: τὸν ΗM, τὸ Α οἴων scripsi : οἶον codd. τὸν om. H2 14 πρὸς] πρὸ Α πεισθῆναι Α 15 ἄτ’ HP 16 δακρύσαντας HP εὐσθένειαν coni. Mang. 17 νυκτὸς P γἀρ Η2: om. MAH1P οἱ om. H1P 19 αὐτοῦ scripsi: αὐτοὺς codd. 24 γοῦν] μὲν οὖν P 25 τοιαάτης H2 ἡδῆ Α 25 καθαρά] καὶ καθρὰ Α 27 ἡν] ὰν Α 6. 7 ibid. : baec enim corruptibilia; quod autem vere bonum, hoc incorruptibile. ὅτι „ἐπισκέψεται ὁ θεὸς“ τὸ ὁρατικὸν γένος (Gen. 50, 24) καὶ οὐ παραδώσει μέχρι παντὸς αὐτὸ ἀμαθίᾳ, τυφλῇ δεσποίνῃ, τὸ διακρῖναι τά τε θνητὰ τῆς ψυχῆς καὶ τὰ ἄφθαρτα καὶ τὰ μὲν ὅσα περὶ τὰς σώματος ἡδονὰς καὶ τὰς ἄλλας παθῶν ἀμετρίας θνητὰ ὄντα Αἰγύπτῳ καταλιπεῖν, περὶ δὲ τῶν ἀφθάρτων σπονδὴν ποιήσασθαι, ὅπως μετὰ τῶν ἀναβαινόντων εἰς τὰς ἀρετῆς πόλεις διακομισθῇ, καὶ ὅρκῳ τὴν σπονδὴν ἐμπεδώσασθαι. τίνα οὖν τὰ ἄφθαρτα; ἡ πρὸς ἡδονὴν ἀλλοτρίωσις τὴν λέγουσαν· συνευνασθῶμεν (Gen. 39, 7) καὶ τῶν ἀνθρωπείων ἀπολαύσωμεν ἀγαθῶν, ἡ μετὰ καρτερίας ἀγχίνοια, δι’ ἧς τὰ τῶν κενῶν δοξῶν νομιζόμενα ἀγαθὰ ὡς ἂν ἐνύπνια ὄντα * * * διακρίνει καὶ διαστέλλει, ὁμολογῶν τὰς μὲν ἀληθεῖς καὶ σαφεῖς τῶν πραγμάτων συγκρίσεις εἶναι κατὰ θεόν (Gen. 40, 8), τὰς δὲ ἀδήλους καὶ ἀσαφεῖς φαντασίας κατὰ τὸν πλάνητα καὶ τύφου μεστὸν μήπω κεκαθαρμένων ἀνθρώπων βίον ταῖς διὰ σιτοπόνων καὶ μαγείρων καὶ οἰνοχόων τέρψεσι χαίροντα, τὸ μὴ ὑπήκοον, ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι (Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15), οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι — περάτης γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται —, τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν οὐδέν“ (ibid.) — τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως ἐπαινετόν —,