τότε γὰρ τὸν μὲν τόπον, ὃς δῆλός ἐστι, θεάσονται, ᾧ ὁ ἀκλινὴς καὶ ἄτρεπτος θεὸς ἐφέστηκε, „τά θ’ ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὡς ἂν εἶδος στερεώματος τοῦ οὐρανοῦ", τὸν αἰσθητὸν κόσμον, ὃν αἰνίττεται διὰ τούτων (Exod. 24,10). εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν, εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ, τὸν ἱερώτατον λόγον, μεθ’ ὃν καὶ τὸ ἐν αἰσθητοῖς τελειότατον ἔργον, τόνδε τὸν κόσμον· τὸ γὰρ φιλοσοφεῖν οὐδὲν ἦν ἄλλο ἢ ταῦτα σπουδάζειν ἀκριβῶς ἰδεῖν. τὸν δὲ αἰσθητὸν κόσμον ὡς ἂν ὑποπόδιον θεοῦ φησιν εἶναι διὰ τάδε· πρῶτον μὲν ἵν’ ἐπιδείξῃ, ὅτι οὐκ ἐν τῷ γεγονότι τὸ πεποιηκὸς αἴτιον, ἔπειτα δ’ ὑπὲρ τοῦ παραστῆσαι, ὅτι οὐδ’ ὁ κόσμος ἅπας ἀφέτῳ καὶ ἀπελευθεριαζούσῃ κινήσει κέχρηται, ἀλλ’ ἐπιβέβηκεν ὁ κυβερνήτης θεὸς τῶν ὅλων οἰακονομῶν καὶ πηδαλιουχῶν σωτηρίως τὰ σύμπαντα, οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ἄλλῳ τῶν ἐν γενέσει κεχρημένος μέρει τὸ παράπαν οὐδενὶ κατὰ τὸν ἀληθῆ λόγον — „οὐ γὰρ ὡς ἄνθρωπος ὁ 1 σπονδάς GF αἷς] ἅς G ἡ primum vid. del. 2 σφόδρα G: μὴ σφόδρα FHP κατηφήσαι scripsi: κατηφήσει G, κατηφήση FHP 3 ἐκβοήσαι scripsi: ἐκβοήσει G, ἐκβοήσῃ FHP καὶ om. HP 5 τίς GF: om. HP 10 Μωυσῆς GP 10. 11 ἡγεμόνας GF 11 τρόπον GH ἐστι] ἐστιν ὅ G ᾦ om. G 12 τά θ’ scripsi: τὰ 0’ codd. 13 τὸ Turn.: τὸν codd. ἔργου P πλίνθου Mang. : λίθου codd. 15 εὐπρεπὲς Eus: ἐμπρεπὲς codd. ἑταιρίαν HP 15. 16 τοῦ τὸ ὃν Eus : τοῦτον codd. 16 δύναιτο GF 17 τόνδε HP : δὲ GF 23 οἰακονομῶν Mang.: οἰκονομῶν codd. σωτηρίας G 24 μέλει coni. Mang. 15 — 17 Eusebius Pr. ev. XI 15: τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ ’EPpalos λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον· εὐπρεπὲς γ̀ρ —λόγον. θεός„ (Num. 23,19) —, ἀλλὰ τὸν ἕνεκα αὐτὸ μόνον διδασκαλίας εἰσαγόμενον ἡμῶν τῶν ἑαυτοὺς ἐκβῆναι μὴ δυναμένων, ἀλλ’ ἀπὸ τῶν ἡμῖν αὐτοῖς συμβεβηκότων τὰς περὶ τοῦ ἀγενήτου καταλήψεις λαμβανόντων. παγκάλως δ’ ἔχει τὸ ἐν παραβολῆς εἴδει φάναι τὸν κόσμον ὡς εἶδος πλίνθου· δοκεῖ μὲν γὰρ ἑστάναι καὶ βεβηκέναι ὡς ἐκείνη κατὰ τὰς τῆς αἰσθητῆς ὄψεως προσβολάς, κέχρηται δὲ ὠκυτάτῃ κινήσει καὶ τὰς ἐν μέρει πάσας παραθεούσῃ. καὶ γὰρ μεθ’ ἡμέραν ἡλίου καὶ νύκτωρ σελήνης φαντασίαν ὡς ἑστώτων οἱ σώματος ὀφθαλμοὶ λαμβάνουσι· καίτοι τίς οὐκ οἶδεν, ὅτι τὸ τῆς περὶ αὐτοὺς φορᾶς τάχος ἀνανταγώνιστόν ἐστιν, εἴ γε τὸν σύμπαντα οὐρανὸν μιᾷ περιπολοῦσιν ἡμέρᾳ; οὕτως μέντοι καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἑστάναι δοκῶν περιδινεῖται κύκλῳ, τῆς κινήσεως τῷ ἀειδεῖ καὶ θειοτέρῳ καταλαμβανομένης τῷ κατὰ