<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="91"><p> ἀδελφὰ καὶ συγγενῆ τούτοις. <milestone unit="altref" n="20"/> ἤδη δὲ καὶ προσυπερβάλλοντές
τινες οὐ μόνον τὰς αὑτῶν ψυχὰς ἐπὶ ταῦτα ἤλειψαν, ἀλλὰ καὶ τοὺς
ἀμείνους καὶ γένους ὄντας ὁρατικοῦ βιασάμενοι κατηνάγκασαν πλινθουργεῖν καὶ πόλεις οἰκοδομεῖν ὀχυρὰς (Exod. 1,11) τῷ βασιλεύειν δοκοῦντι
νῷ, βουλόμενοι τοῦτο ἐνδείξασθαι, ὅτι δοῦλον μὲν τὸ ἀγαθὸν κακοῦ <lb n="20"/>
πάθος τ’ εὐπαθείας δυνατώτερον, φρόνησις δὲ καὶ πᾶσα ἀρετὴ ἀφροσύνης καὶ κακίας ἁπάσης ὑπήκοον, ὡς ὑπηρετεῖν ἐξ ἀνάγκης ἅττ’ ἂν
 προστάττῃ τὸ δεσπόζον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="92"><p>ἰδού, γάρ φησι, καὶ ὁ ψυχῆς ὀφθαλμὸς ὁ
διαυγέστατος καὶ καθαρώτατος καὶ πάντων ὀξυωπέστατος, ᾧ μόνῳ τὸν
θεὸν ἔξεστι καθορᾶν, ὄνομα Ἰσραήλ, ἐνδεθείς ποτε τοῖς σωματικοῖς <lb n="25"/>
Αἰγύπτου δικτύοις ἐπιταγμάτων βαρυτάτων ἀνέχεται, ὡς πλίνθον καὶ πᾶν
τὸ γεῶδες ἐργάζεσθαι μετὰ ἀργαλεωτάτων καὶ ἀτρυτοτάτων πόνων· ἐφ’
οἷς εἰκότως ὀδυνᾶται καὶ στένει, τοῦτο μόνον ὡς ἐν κακοῖς τεθησαυρισμένος κειμήλιον, ἐκδακρῦσαι τὰ παρόντα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="93"><p>λέγεται γὰρ ὑγιῶς ὅτι „κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων„ (Exod. 2,23). τίς δ’ οὐκ <lb n="30"/>
ἂν τῶν εὖ φρονούντων τὰ τῶν πολλῶν ἀνθρώπων ἰδὼν ἔργα καὶ τὰς
<note xml:lang="mul" type="footnote">2.
<lb/>3 κατασκευασμένοις, κατεσ·́ ευασμἐνοις v G περιθεὶς L
<lb/>7 εὐπαγἐσαρα HP: ἐπαγἐστερα GF, εὐπαγἐστατα v εὐφορώτατα IIF
<lb/>8 τοῦτ’] ταῦτ’ G 
<lb/>14 alteiuiii τε] δὲ conicio
<lb/>17 αὐτῶν codd. 17.
<lb/>18 καὶ τάς καὶ γένους F 
<lb/>18 ὁρατικοὺς G
<lb/>23 προστάττει G, προστάξῃ F φησιν ὁ καὶ G
<lb/>27 ἀτρυτοτάτων (i: ἀτρυτωτάτων F, ἀτρυπωτάτων III’, ἀτρύτων coiii. Mang.
<lb/>29 ἐνδακρὐσᾶι L</note>  

<pb n="v.2.p.247"/>
ὑπερβαλλούσας σπουδάς, αἷς ἢ πρὸς ἀργυρισμὸν ἢ δόξαν ἢ τὴν ἐν
ἡδοναῖς ἀπόλαυσιν εἰώθασι χρῆσθαι, σφόδρα κατηφήσαι καὶ πρὸς τὸν
 μόνον σωτῆρα θεὸν ἐκβοήσαι, ἵνα τὰ  <milestone unit="altpage2" n="p. 419 M."/> μὲν ἐπικουφίσῃ, λύτρα δὲ καὶ
σῶστρα καταθεὶς τῆς ψυχῆς εἰς ἐλευθερίαν αὐτὴν ἐξέληται;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="94"><p>τίς οὖν <lb n="5"/> ἐλευθερία βεβαιοτάτη; τίς; ἡ τοῦ μόνου θεραπεία σοφοῦ, καθάπερ μαρτυροῦσιν οἱ χρησμοί, ἐν οἷς εἴρηται „ἐξαπόστειλον τὸν λαόν, ἵνα με
θεραπεύῃ„ (Exod. 8,1).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="95"><p>ἴδιον δὲ τῶν τὸ ὂν θεραπευόντων οἰνοχόων μὲν ἢ σιτοποιῶν ἢ μαγείρων ἔργα ἢ ὅσα ἄλλα γεώδη μήτε διαπλάττειν
μήτε συντιθέναι σώματα πλίνθου τρόπον, ἀναβαίνειν δὲ τοῖς λογισμοῖς
<lb n="10"/> πρὸς αἰθέριον ὕψος, Μωυσῆν, τὸ θεοφιλὲς γένος, προστησαμένους ἡγεμόνα τῆς ὁδοῦ.</p></div></div></body></text></TEI>