τῷ δ’ αὐτοδιδάκτῳ καὶ λόγιον ἐχρήσθη τοιόνδε· „μὴ καταβῇς εἰς„ τὸ πάθος „Αἴγυπτον, κατοίκησον δ’ ἐν τῇ γῇ ἣν ἄν σοι εἴπω„ (Gen. 26,2), τῇ ἀδείκτῳ καὶ ἀσωμάτῳ φρονήσει, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, τῇ δεικνυμένῃ καὶ αἰσθητῇ 1 dντοι] μέν τι F 2 χρόνου G καὶ om. G’F 3 λέγοντες HPL’ 7 εἰς ἅπαν H 9 οὐδέποτε Cohn: δέ ποτε GF, δὴ ποτε HP 10 ἐπίγειον coni. Mang. 11 ἐντρίψασαι G σώματι HP 12 αὑτῶν Η κἀκεῖσε HPL’ 13 ξένην Mang.: ξένον codd. 15 δή] δοκεῖ mg. P 17 Ἀβραὰμ, Ἁβρὰμ F 18 τ)́φου codd. : τάφου v 20 προσεδρίας G, προεδρίαν HP τὸν ὄνομα coni. Mang., (o’j) ὄνομα Cohn 21 ὃς GF: HP ὒ] ὡς F 23 ἐξήκοντα G, ἐξίκοντα Ε 26 ἀσωμ́των G 3 sqq. Origenes, Selecta in Genesim p. 34: Ἀβραὰμ οὐ κατῴκει Αῖγυmον, ἀλλά παρῴκει, ibid.: ὡς φαῦλοι οἱ xαναναῖοι κατῴκουν καὶ οὐ παρῴκουν τὴν γῆν· ὥστε φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν. — cf. Auyustini Quaestionem de Genesi CLVI. οὐσίᾳ, πρὸς τὸ δεῖξαι ὅτι παροικεῖ μὲν ὁ σοφὸς ὡς ἐν ξένῃ σώματι αἰσθητῷ, κατοικεῖ δ’ ὡς ἐν πατρίδι νοηταῖς ἀρεταῖς, ἃς λαλεῖ ὁ θεὸς ἀδιαφορούσας λόγων θείων. Μωυσῆς δὲ „γειώρας„ φησίν „εἰμὶ ἐν γῇ ἀλλοτρίᾳ„ (Exod. 2,22), διαφερόντως οὐ μόνον ξένην τὴν ἐν σώματι μονὴν ὡς οἱ μέτοικοι νομίζων, ἀλλὰ καὶ ἀλλοτριώσεως ἀξίαν οὐκ ἔμπαλιν οἰκειώσεως ὑπολαμβάνων. Τὸ δ’ ὁμόφωνον καὶ ὁμόγλωττον οὐκ ἐν τοῖς ὀνόμασι καὶ ῥήμασι μᾶλλον ἢ ἐν τῇ τῶν ἀδίκων πράξεων κοινωνίᾳ βουλόμενος ὁ φαῦλος ἐπιδείξασθαι πόλιν ἄρχεται καὶ πύργον, ὡς ἀκρόπολιν τυράννῳ, κακίᾳ κατασκευάζειν, καὶ τοὺς θιασώτας πάντας παρακαλεῖ τοῦ ἔργου μετασχεῖν τὴν ἁρμόττουσαν προευτρεπισαμένους ὕλην· „ἴτε„ γάρ φησι „πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί„ (Gen. 11,3), ἴσον τῷ νῦν ἐστιν ἡμῖν συμπεφορημένα καὶ συγκεχυμένα τὰ πάντα τῆς ψυχῆς, ὡς ἐναργῆ τύπον μηδένα μηδενὸς εἴδους προφαίνεσθαι. ἁρμόττει δ’ ὥσπερ ἀνείδεόν τινα καὶ ἄποιον οὐσίαν τό τε πάθος καὶ τὴν κακίαν παραλαβόντας εἰς τὰς ἁρμοττούσας ποιότητας καὶ τὰ προσεχέστατα μέχρι τῶν ἐσχάτων ἀεὶ τεμεῖν εἴδη πρός τε ἐναργεστέραν κατάληψιν αὐτῶν καὶ τὴν σὺν ἐμπειρίᾳ χρῆσίν τε καὶ ἀπόλαυσιν, ἣ πλείους ἡδονὰς καὶ τέρψεις ἔοικεν ἐντίκτειν.