<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="76"><p>καὶ εἴθε μέντοι
πρὸς ὀλίγον ἐνδιατρίψας αὐτοῖς χρόνον μετανίστατο. νυνὶ δὲ καὶ καταμένειν ἀξιοῖ· λέγεται γὰρ ὅτι εὑρόντες τὸ πεδίον κατῴκησαν ὡς ἐν
πατρίδι, οὐχ ὡς ἐπὶ ξένης παρῴκησαν. ἧττον γὰρ ἦν δεινὸν συντυχόντας
ἁμαρτήμασιν ὀθνεῖα αὐτὰ καὶ ὥσπερ ἀλλοδαπὰ νομίσαι, ἀλλὰ μὴ οἰκεῖα <lb n="5"/>
καὶ συγγενῆ ὑπολαβεῖν εἶναι· παρεπιδημήσαντες γὰρ κἂν ἀπέστησαν αὖθις,
 κατοικήσαντες δὲ βεβαίως καταμένειν εἰσάπαν ἔμελλον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="77"><p>διὰ τοῦτο οἱ
κατὰ Μωυσῆν σοφοὶ πάντες εἰσάγονται παροικοῦντες· αἱ γὰρ τούτων
ψυχαὶ στέλλονται μὲν ἀποικίαν οὐδέποτε τὴν ἐξ οὐρανοῦ, εἰώθασι δὲ
ἕνεκα τοῦ φιλοθεάμονος καὶ φιλομαθοῦς εἰς τὴν περίγειον φύσιν  <lb n="10"/>
 ἀποδημεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="78"><p>ἐπειδὰν οὖν ἐνδιατρίψασαι σώμασι τὰ αἰσθητὰ καὶ θνητὰ δι’
αὐτῶν πάντα κατίδωσιν, ἐπανέρχονται ἐκεῖσε πάλιν, ὅθεν ὡρμήθησαν
τὸ πρῶτον, πατρίδα μὲν τὸν οὐράνιον χῶρον ἐν ᾧ πολιτεύονται, ξένην δὲ τὸν περίγειον ἐν ᾧ παρῴκησαν νομίζουσαι· τοῖς μὲν γὰρ ἀποικίαν
στειλαμένοις ἀντὶ τῆς μητροπόλεως ἡ ὑποδεξαμένη δήπου πατρίς, ἡ δ’ <lb n="15"/>
ἐκπέμψασα μένει τοῖς ἀποδεδημηκόσιν, εἰς ἣν καὶ ποθοῦσιν ἐπανέρχεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="79"><p><milestone unit="altpage1" n="p. 417 M."/>  τοιγαροῦν εἰκότως Ἀβραὰμ ἐρεῖ τοῖς νεκροφύλαξι καὶ ταμίαις
τῶν θνητῶν, ἀναστὰς ἀπὸ τοῦ νεκροῦ βίου καὶ τύφου· „πάροικος καὶ
παρεπίδημός εἰμι ἐγὼ μεθ’ ὑμῶν„ (Gen. 23, 4), αὐτόχθονες δὲ ὑμεῖς,
κόνιν καὶ χοῦν ψυχῆς προτιμήσαντες, προεδρίας ἀξιώσαντες ὄνομα Ἐφρών, <lb n="20"/>
 ὃς ἑρμηνεύεται χοῦς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="80"><p>εἰκότως δὲ καὶ ὁ ἀσκητὴς Ἰακὼβ τὴν ἐν σώματι
παροικίαν ὀλοφύρεται λέγων· „αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς
παροικῶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν· οὐκ ἐξίκοντο εἰς ἡμέρας τῶν
 πατέρων μου ἃς παρῴκησαν„ (Gen. 47,9).</p></div></div></body></text></TEI>