οὗτοί εἰσιν οἱ μηδὲ τὸν Ἰωσὴφ εἰδότες, τὸν ποικίλον τοῦ βίου τῦφον, ἀλλ’ ἀποκεκαλυμμένοις χρώμενοι τοῖς ἁμαρτήμασιν, οὐδὲ ἴχνος ἢ σκιὰν καὶ εἴδωλον καλοκἀγαθίας ταμιευσάμενοι· „ἀνέστη„ γάρ φησι „βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον„, ὃς οὐδὲ τὸ πανύστατον καὶ νεώτατον αἰσθητὸν ἀγαθὸν „ᾔδει τὸν Ἰωσήφ„ (Exod. 1,8), ὅστις οὐ μόνον τελειότητας ἀλλὰ καὶ προκοπάς, οὐδὲ ἐνάργειαν τὴν οἵαν δι’ ὁράσεως ἀλλὰ καὶ διδασκαλίαν τὴν δι’ ἀκοῆς ἐγγινομένην. ἀνῄρει λέγων· „δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ„ (Num. 23,7), ἴσον τῷ ἐλθέ, ἀμφότερα κατάλυσον, ὅρασίν τε καὶ ἀκοὴν ψυχῆς, ἵνα μηδὲν ἀληθὲς καὶ γνήσιον καλὸν μήτε ἴδῃ μήτε ἀκούσῃ· ὁράσεως μὲν γὰρ Ἰσραήλ, Ἰακὼβ δὲ ἀκοῆς σύμβολον. ὁ μὲν δὴ τῶν τοιούτων νοῦς ἀπορρίπτει πᾶσαν τὴν ἀγαθοῦ φύσιν τρόπον τινὰ τιναττόμενος, ἔμπαλιν δ’ ὁ τῶν ἀστείων, ἀμιγοῦς καὶ ἀκράτου μεταποιούμενος τῆς τῶν ἀγαθῶν ἰδέας, ἀποτινάττει καὶ ἀποβάλλει τὰ φαῦλα· θέασαι γοῦν τὸν ἀσκητὴν οἷά φησιν· „ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ’ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ„ (Gen. 35,2. 3), ἵνα, κἂν Λάβαν ἔρευναν αἰτῆται, ἐν ὅλῳ τῷ οἴκῳ μὴ εὑρεθῇ τὰ εἴδωλα (Gen. 31,35), ἀλλὰ πράγματα ὑφεστηκότα καὶ ὄντως ὑπαρκτά, ἐστηλιτευμένα ἐν τῇ τοῦ σοφοῦ διανοίᾳ, ὧν καὶ τὸ αὐτομαθὲς γένος Ἰσαὰκ κληρονομεῖ· τὰ γὰρ ὑπαρκτὰ μόνος οὗτος παρὰ τοῦ πατρὸς λαμβάνει (Gen. 25,5). Παρατήρει δ’ ὅτι οὔ φησιν ἐλθεῖν αὐτοὺς εἰς τὸ πεδίον ἐν ᾧ κατέμειναν, ἀλλὰ εὑρεῖν ἀναζητήσαντας πάντως καὶ σκεψαμένους τὸ ἐπιτηδειότατον ἀφροσύνης χωρίον· τῷ γὰρ ὄντι πᾶς ἄφρων οὐ παρ’ ἑτέρου λαμβάνει ἑαυτῷ τὰ δὲ κακὰ ζητῶν ἀνευρίσκει, μὴ μόνοις ἀρκούμενος τούτοις ἐφ’ ἅπερ ἡ μοχθηρὰ φύσις δι’ ἑαυτῆς βαδίζει, ἀλλὰ καὶ 1 φορῶν P’ 3 εὐσταλὲς Η 7 οὐδέν G ἡ σκιάν καὶ Turn. : ἢ σκιὰ καὶ HP, σκιάς GF 11 ἐνάργειαν F: ἐναργίαν G, ἐνέργειαν Η 14 τῳ] τὸ GH 15 κάλλος conicio μήτ’ ερὸη F 17 ταραττόμενος P 19 φαῦλα Mang.: φύλλα codd. θέασαι FL-: θέασον GHPLi γοῦν scripsi: οὖν codd. 22 ἐρευνᾶν HP 23 αἰτῆτε HP, ποιῆται conicio εὑρεθῆναι HP ἀλλά add. Mang. 25 ὧν] 3 Mang. 27 παρατηρήσεις L 29 ἀφροσύνῃ conicio 30 λαμβάνει, ἐξ ἑαυτοῦ (ἐν ἑαυτῷ Cohn) δὲ τὰ κακὰ conicio μόνοις Mang. : μόνον codd. προστιθεὶς τὰ ἐκ τοῦ κακοτεχνεῖν τέλεια γυμνάσματα.