<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="66"><p>διὰ τοῦτο καὶ Μεσοποταμίαν οἰκεῖ καταπεποντωμένης ὥσπερ ἐν μεσαιτάτῳ <lb n="5"/>
 ποταμοῦ βυθῷ τῆς διανοίας αὐτοῦ καὶ μὴ δυναμένης ἀνανήξασθαι
καὶ ἀνακῦψαι· τοῦτο δὲ τὸ πάθος ἀνατολὴ μὲν ἀφροσύνης, κατάδυσις δὲ
 εὐλογιστίας ἐστίν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="67"><p>οἱ τὴν ἀσύμφωνον οὖν ἁρμοζόμενοι συμφωνίαν ἀπὸ
ἀνατολῶν κινεῖσθαι λέγονται. πότερον ἄρα γε τῶν <add>κατ’ ἀρετὴν ἢ τῶν</add>
κατὰ κακίαν; ἀλλ’ εἰ μὲν τῶν κατ’ ἀρετήν, παντελὴς ὑπογράφεται διάζευξις· <lb n="10"/>
 εἰ δὲ τῶν κατὰ κακίαν, ἡνωμένη τις κίνησις, καθάπερ ἐπὶ χειρῶν ἔχει, οὐκ ἰδίᾳ κατὰ ἀπάρτησιν, ἀλλ’ ἐν ἁρμονίᾳ τινὶ τῷ ὅλῳ σώματι
 συγκινουμένων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="68"><p>ἀρχὴ γὰρ καὶ ἀφορμὴ φαύλῳ πρὸς τὰς παρὰ φύσιν
ἐνεργείας τὸ κακίας χωρίον· ὅσοι δὲ μετανάσται μὲν ἀρετῆς ἐγένοντο,
ταῖς δ’ ἀφροσύνης ἐχρήσαντο ἀφορμαῖς, οἰκειότατον εὑρόντες οἰκοῦσι <lb n="15"/>
τόπον, ὃς Ἑβραίων μὲν γλώττῃ Σεναάρ, Ἑλλήνων δὲ ἐκτιναγμὸς καλεῖται·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="69"><p>σπαράττεται γὰρ καὶ κλονεῖται καὶ τινάττεται πᾶς ὁ τῶν φαύλων βίος,
κυκώμενος ἀεὶ καὶ ταραττόμενος καὶ μηδὲν ἴχνος ἀγαθοῦ γνησίου θησαυριζόμενος ἐν ἑαυτῷ. καθάπερ γὰρ τῶν ἀποτιναττομένων ὅσα μὴ ἑνώσει
διακρατεῖται πάντα ἐκπίπτει, τοῦτόν μοι δοκεῖ καὶ ἡ τοῦ συμπεπνευκότος <lb n="20"/>
ἐπὶ τῷ ἀδικεῖν ἐκτετινάχθαι τὸν τρόπον ψυχή· πᾶσαν γὰρ ἰδέαν ἀρετῆς
ἀπορρίπτει, ὡς μήτε σκιὰν μήτε εἴδωλον αὐτῆς ἐμφαίνεσθαι τὸ παράπαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="70"><p><milestone unit="altref" n="16"/> τὸ γοῦν φιλοσώματον γένος τῶν Αἰγυπτίων οὐκ ἀπὸ τοῦ ὕδατος,
<note xml:lang="mul" type="footnote"><lb/>2 ἄνους HPL^: ὁ νοῦς GFL^
<lb/>3 οὐκ ἄνοια δεινὴ scripsi (ἄνοια δεινὴ om. οὐκ Mang): οἶα δεῖν ἢ GFL"^, οὐ δεινὸν HPL’, οἷοντε ἣν Turn.
<lb/>5 καταπεποντωHνης Turn.: -καταπεποντωμἐνην F, καταπεποντισμένος G, καταπεποντωdνος HP
<lb/>7 ἀνακαλύψαι PL
<lb/>8 εὐλογίας HP
<lb/>9 ἄρα γε om. HP κατ’ ἀρετὴν ἡ τῶν addidi
<lb/>10 εἰ GF: ἡ HP
<lb/>11 εἰ GF: ἡ HP
<lb/>13 καὶ ἀφορμὴ scripsi: καὶ ἀφροσύνη GF, ἡ ἀφροσύνη HP
<lb/>14 ἐγίνοντο G
<lb/>16 post ἐκτιναγμὸς add. ὀδόντων Mang.
<lb/>17 τινάσσεται G
<lb/>19 τιῦν GF: ἐκ τῶν HP
<lb/>20 ἐκπίπτει P: ἐκπέμπει GFH, quod servari potest, si legas τὸ ἀποτιναττόμενον
<lb/>21 Ttj)] τὸ G τὸν om. GF
<lb/>22 αὐτῆς scripsi: αὐτὴ codd. 23. 243,1 οὐκ-τῶν om. HP</note> <note xml:lang="lat" type="footnote"><lb/>5 sqq. Origenes Homilia XV
<lb/>1 in Numej-os p. S2G: si quis ergo inter ista fluraina fuerit Babylonis, si quis rheumatibus libidinis inuudatur et luxuriae aestibus circumluitur, iste non dicitur stare .... quales autem isti sunt montes, talem habent et orientem. habet enim et ortum luminis sui ille, qui convertit se sicut augelum lucis. 15.
<lb/>16 Oriyenes Contra Celsiun V SO p. 600 (Philocalia ed. Robinson p. 184): καὶ οὗτοι ἐπὰν κινήσωσιν ἀπὸ τῶν ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σενναάρ, ὅπερ ἑρμηνεύεται ὀδόντων ἐκτιναγμός ....</note>  

<pb n="v.2.p.243"/>
ἀλλ’ „ὑπὸ τὸ ὕδωρ„ φεῦγον, τουτέστιν ὑπὸ τὴν τῶν παθῶν φοράν,
εἰσάγεται, καὶ ἐπειδὰν ὑποδράμῃ τὰ πάθη, τινάττεται καὶ κυκᾶται, τὸ
μὲν εὐσταθὲς καὶ εἰρηναῖον ἀποβάλλον ἀρετῆς, τὸ δὲ ταραχῶδες ἐπαναιρούμενον κακίας· λέγεται γὰρ ὅτι „ἐξετίναξε τοὺς Αἰγυπτίους κατὰ
<lb n="5"/> μέσον τῆς θαλάσσης φεύγοντας ὑπὸ τὸ ὕδωρ„ (Exod. 14, 27).</p></div></div></body></text></TEI>