<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="61"><p>παράδειγμα τοῦ μὲν προτέρου τόδε· „καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς„ (Gen. 2, 8), οὐ χερσαίων φυτῶν,
ἀλλ’ οὐρανίων ἀρετῶν, ἃς ἐξ ἀσωμάτου τοῦ παρ’ ἑαυτῷ φωτὸς ἀσβέστους εἰσαεὶ γενησομένας ὁ φυτουργὸς ἀνέτειλεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="62"><p>ἤκουσα μέντοι καὶ τῶν Μωυσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· „ἰδοὺ
<lb n="15"/>  ἄνθρωπος ᾧ ὄνομα ἀνατολή„ (Zach. 6, 12)· καινοτάτη γε πρόσρησις, ἐάν
γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς· ἐὰν δὲ τὸν
ἀσώματον ἐκεῖνον, θείας ἀδιαφοροῦντα εἰκόνος, ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ ἀνατολῆς αὐτῷ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="63"><p>τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον
<lb n="20"/> ὠνόμασε, καὶ ὁ γεννηθεὶς μέντοι, μιμούμενος τὰς τοῦ πατρὸς ὁδούς,
πρὸς παραδείγματα ἀρχέτυπα ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="64"><p><milestone unit="altref" n="15"/> τοῦ δὲ χείρονος ἀνατολῆς εἴδους ὑπόδειγμα τὸ λεχθὲν ἐπὶ τοῦ βουλομένου
τὸν ἐπαινούμενον ὑπὸ θεοῦ καταράσασθαι· πρὸς γὰρ ἀνατολαῖς εἰσάγεται
κἀκεῖνος οἰκῶν, αἵτινες ὁμωνυμοῦσαι ταῖς προτέραις ἐναντιότητα καὶ
<lb n="25"/> μάχην πρὸς αὐτὰς ἔχουσιν· „ἐκ Μεσοποταμίας„</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="65"><p>γάρ φησι „μετεπέμψατό
<note xml:lang="mul" type="footnote"><lb/>6 κιτήσαντες GF Σεννὰρ HP
<lb/>9 κακίαι GF: κἀκεΤνι Η
<lb/>10 τοῦ {AEv] fxev οὑν τοῦ conicio πρότερον F 12.
<lb/>13 ἀσβέστου GF
<lb/>13 εἰς οἱ GH ἠκούσαμέν τε καὶ PL
<lb/>14 Μωυσέως P: Μωυσέος GFH, Μωσέως Eus τινὸς om. G λόγιον Eus: λόγον codd.
<lb/>15 γε om. Eus πρόρρησις P
<lb/>16 γε Eus: μή γε codd., μέν γε v
<lb/>17 θείαν ἰδέαν φοροῦντα, ἱκανῶς ὁμολογήσεις Eus
<lb/>18 τό] tu) F ἀνατολὴ plerique codd. Eus 
<lb/>19 oX(ov Eus: ὄντων codd.
<lb/>21 τὰ Eus: om. codd.
<lb/>22 ἐπὶ GFP: ὑπὸ H 
<lb/>23 τὸν G-: om. G’FHP ἐπαινούμενον] εὐλογούμενον coni. ilang. τοῦ θεοῦ HP</note> <note xml:lang="mul" type="footnote"><lb/>13 —
<lb/>21 Eus. Pr. ev. XI
<lb/>15 καὶ πάλιν ἐπἐγει· νΠκουσα μἐwοι-τ̀ εἔδη. ταῦτά μοι ἀπὸ Toii ‘Eβραίου Φάωνος ἐνταῦθα κείσθω ληfiἐντα ἐκ συγγράμμτος, ᾧ τἐωιτι ἐπιγραφή· πέρι τοῦ τὸ χεῖρqν τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι.</note>  

<pb n="v.2.p.242"/>
με Βαλάκ, ἐξ ὀρέων ἀπὸ ἀνατολῶν, λέγων· δεῦρο ἄρασαί μοι ὃν μὴ
ἀρᾶται ὁ θεός„ (Num. 23, 7. 8). ἑρμηνεύεται δὲ Βαλὰκ ἄνους, εὐθυβολώτατα· πῶς <milestone unit="altpage1" n="p. 415 M."/>  γὰρ οὐκ ἄνοια δεινὴ τὸ ὂν ἐλπίσαι ἀπατᾶσθαι καὶ
γνώμην αὐτοῦ τὴν βεβαιοτάτην ἀνθρώπων σοφίσμασι παρατρέπεσθαι;
</p></div></div></body></text></TEI>