λέγεται γάρ, ὡς ἄρα πάνθ’ ὅσα ζῷα χερσαῖα καὶ ἔνυδρα καὶ πτηνὰ τὸ παλαιὸν ὁμόφωνα ἦν, καὶ ὅνπερ τρόπον ἀνθρώπων Ἕλληνες μὲν Ἕλλησι, βαρβάροις δὲ βάρβαροι νῦν οἱ ὁμόγλωττοι διαλέγονται, τοῦτον τὸν τρόπον καὶ πάντα πᾶσι περὶ ὧν ἢ δρᾶν ἢ πάσχειν τι συνέβαινεν ὡμίλει, ὡς καὶ ἐπὶ ταῖς κακοπραγίαις συνάχθεσθαι κἄν, εἴ πού τι λυσιτελὲς ἀπαντῴη, συνευφραίνεσθαι. τάς τε γὰρ ἡδονὰς καὶ ἀηδίας ἀλλήλοις ἀναφέροντα διὰ τοῦ ὁμοφώνου συνήδετο καὶ συναηδίζετο, κἀκ τούτου τὸ ὁμοιότροπον καὶ ὁμοιοπαθὲς εὑρίσκετο, μέχριπερ κορεσθέντα τῆς τῶν παρόντων ἀγαθῶν ἀφθονίας, ὃ πολλάκις γίνεσθαι φιλεῖ, πρὸς τὸν τῶν ἀνεφίκτων ἔρωτα ἐξώκειλε καὶ περὶ ἀθανασίας ἐπρεσβεύετο γήρως ἔκλυσιν καὶ τὴν εἰς αἰεὶ νεότητος ἀκμὴν αἰτούμενα, φάσκοντα καὶ τῶν παρ’ αὐτοῖς ἓν ἤδη ζῴων τὸ ἑρπετόν, ὄφιν, τετυχηκέναι ταύτης τῆς δωρεᾶς· ἀποδυόμενον γὰρ τὸ γῆρας πάλιν ἐξ ὑπαρχῆς ἀνηβᾶν· ἄτοπον δ’ εἶναι ἢ τὰ κρείττω τοῦ χείρονος ἢ ἑνὸς τὰ πάντα λειφθῆναι. δίκην μέντοι τοῦ τολμήματος ἔδωκε τὴν προσήκουσαν· ἑτερόγλωττα γὰρ εὐθὺς ἐγένετο, ὡς ἐξ ἐκείνου μηκέτ’ ἀλλήλων ἐπακοῦσαι δυνηθῆναι χάριν τῆς ἐν ταῖς διαλέκτοις, εἰς ἃς ἡ μία καὶ κοινὴ πάντων ἐτμήθη, διαφορᾶς. ὁ δ’ ἐγγυτέρω τἀληθοῦς προσάγων τὸν λόγον τὰ ἄλογα τῶν λογικῶν διέζευξεν, ὡς ἀνθρώποις μόνοις μαρτυρῆσαι τὸ ὁμόφωνον. ἔστι δέ, ὥς γέ φασι, καὶ τοῦτο μυθῶδες. καὶ μὴν τήν γε φωνῆς εἰς μυρίας διαλέκτων ἰδέας τομήν, ἣν καλεῖ γλώττης σύγχυσιν, ἐπὶ θεραπείᾳ λέγουσιν ἁμαρτημάτων συμβῆναι, ὡς μηκέτ’ ἀλλήλων ἀκροώμενοι κοινῇ συναδικῶσιν, ἀλλὰ τρόπον τινὰ [ἄλλοι] ἀλλήλοις κεκωφωμένοι * * * κατὰ συμπράξεις ἐγχειρῶσι τοῖς αὐτοῖς. τὸ δὲ οὐκ ἐπ’ ὠφελείᾳ φαίνεται συμβῆναι· καὶ γὰρ αὖθις οὐδὲν ἧττον κατὰ ἔθνη διῳκισμένων καὶ μὴ μιᾷ διαλέκτῳ χρωμένων γῆ καὶ θάλαττα πολλάκις ἀμυθήτων κακῶν ἐπληρώθη. οὐ γὰρ αἱ φωναί, ἀλλὰ αἱ ὁμότροποι τῆς ψυχῆς πρὸς τὸ ἁμαρτάνειν ζηλώσεις 1 ἑπρος codd.: ἕτερον V τις συγγενὴς G: τι συγγενὲς HP, τι F (om. συγγενὲς) τού.τω HP: Tto (_tF "2 συμφωνίας HP 5 βάρβαροι νῦν οἱ GF: νῦν βάρβαοͅοι HP 6 Ti fort. del. 7 συνάχθεσθαι Tiirn. : συνέχεσθαι codd. ε]ι ἡ G ἀπαντῴη FP: ὰπὐτων eI G, ἁπάντων H 9 καὶ] ἢ F κἀκ GF: καὶΗP τούτων y τό om. F 1’2 γέρως I^tF ἀεὶ G 13 νεότητα Η 16 ληφθῆναι GF 17 ἐγένετο Vat. 379: ἐγίνετο ceteri 19 δὲ HP ’-20.21 ἀνθρωπίνοις Ε 21 γέ GF: τε. HP, om. V 22 τήν scripsi: τῆς codd. 24—26 ἀλλὰ—ἐγχειρῶσι om. F 2.5 αλλλοι sechisi (vel ἄλλοι ἄλλοις scrib.) ἀλλήλους G μὴ solum supplet Maug. 29 φωναὶ] ὁμοφωνίαι coui. Mang. ὁμοιότροποι coni. Mang. τοῦ συναδικεῖν αἴτιαι·