<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="56"><p>γένος γάρ ἐσμεν „τῶν ἐπιλέκτων
τοῦ" τὸν θεὸν ὁρῶντος „Ἰσραήλ„, ὧν „διεφώνησεν οὐδὲ εἷς" (Exod. 24,11),
ἵνα τὸ τοῦ παντὸς ὄργανον, ὁ κόσμος πᾶς, ταῖς ἁρμονίαις μουσικῶς
 μελῳδῆται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="57"><p>διὰ τοῦτο καὶ Μωυσῆς τῷ πολεμικωτάτῳ λόγῳ, ὃς καλεῖται <lb n="15"/>
Φινεές, γέρας εἰρήνην φησὶ δεδόσθαι (Num. 25, 12), ὅτι ζῆλον τὸν
ἀρετῆς λαβὼν καὶ πόλεμον πρὸς κακίαν ἀράμενος ὅλην ἀνέτεμε γένεσιν
* * * ἑξῆς τοῖς βουλομένοις, διακύψασι καὶ διερευνησαμένοις ἀκριβῶς
ὄψει πρὸ ἀκοῆς σαφεστέρῳ χρησαμένοις μάρτυρι, πιστεῦσαι, ὅτι γέμει
 τὸ θνητὸν ἀπιστίας, ἐκ μόνου τοῦ δοκεῖν ἠρτημένον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="58"><p>θαυμάσιος μὲν <lb n="20"/>
οὖν ἡ λεχθεῖσα συμφωνία, θαυμασιωτάτη δὲ καὶ πάσας τὰς ἁρμονίας
ὑπερβάλλουσα ἡ κοινὴ πάντων, καθ’ ἣν ὁ λαὸς ἅπας ὁμοθυμαδὸν εἰσάγεται λέγων· „πάντα ὅσα εἶπεν ὁ θεός, ποιήσομεν καὶ ἀκουσόμεθα„
 (Deut. 5, 27)· οὗτοι γὰρ οὐκέτι ἐξάρχοντι πείθονται λόγῳ,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="59"><p>ἀλλὰ τῷ
τοῦ παντὸς ἡγεμόνι θεῷ, δι’ ὃν πρὸς τὰ ἔργα φθάνουσι μᾶλλον ἢ τοὺς <lb n="25"/>
<milestone unit="altpage2" n="p. 414 M."/> λόγους ἀπαντῶντες· τῶν γὰρ ἄλλων ἐπειδὰν ἀκούσωσι πραττόντων
οὗτοι, τὸ παραδοξότατον, ὑπὸ κατοκωχῆς ἐνθέου πράξειν φασὶ πρότερον,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπαυχενίζοντ2ς P οὕτω HP μέν ora. Η 3.
<lb/>4 συμφωνήσουσι conicio 
<lb/>4 λογισμοῖς G ὁ (aTi’’) αὐτῶν conicio
<lb/>7 ἀλλὰ GF πᾶσαι IIP
<lb/>8 ἐκμενὲς H
<lb/>9 οὐδὲν οὔτε scripsi: οὐδὲ codd. οὔι’ codd. : ουδ’ v
<lb/>10 πάντη Η γελασθέντα] τελεσθέντα coni. llani?., ἀγαπήσαντα vel γελάσαντες conicio
<lb/>11 τροp̀ν coni. Mang. ἔγγονον v
<lb/>12 Βεελφαγὼρ v ὑπνοῦντα] διαφωνοῦντα coni. Mang. τό ἐπίλεκτον coni. Mang.
<lb/>16 εἰρήνην GF: εἰρήνη, εἰρήνης Pv 
<lb/>18 lacunam statui ἐξ ἧς coni. Cohn et ante τοῖς lacunam statuit
<lb/>19 πρὸ IIP: πρὸς GF ad πιστεῦσαι add. δεῖ vel χρὴ Mang.
<lb/>20 ἡρτισμἐνον G 
<lb/>23 ποιήσομεν καὶ ἀκουσόμεθα Turn.: ποιἡσωυͅεν καὶ ἀκουσώμεθα codd.
<lb/>24 τῷ om. GF
<lb/>25 ὃν GFP: ὧν II,
<lb/>8 conicio
<lb/>27 κατοκωχῆς scripsi: κατακωχῆς codd. ἐκ Oeou v</note>  

<pb n="v.2.p.241"/>
εἶτα ἀκούσεσθαι, ἵνα μὴ διδασκαλίᾳ καὶ ὑφηγήσει δοκῶσιν, ἀλλὰ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ διανοίᾳ πρὸς τὰ καλὰ τῶν ἔργων ὑπαντᾶν·
ἐργασάμενοι δὲ ἀκούσεσθαί φασιν, ὅπως ἐπικρίνωσι τὰ πραχθέντα, εἰ
λόγοις θείοις καὶ ἱεραῖς παραινέσεσι συνᾴδει.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="60"><p><milestone unit="altref" n="14"/> Τοὺς δὲ συνομοσαμένους ἐπ’ ἀδικήμασιν „ἀπὸ ἀνατολῶν„ φησι „κινήσαντας εὑρεῖν πεδίον ἐν τῇ γῇ Σεναὰρ κἀκεῖ κατοικῆσαι„ (Gen. 11,2),
φυσικώτατα· διττὸν γὰρ εἶδος τῆς κατὰ τὴν ψυχὴν ἀνατολῆς, τὸ μὲν
ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μέν, ὅταν ἡλιακῶν ἀκτίνων τρόπον ἀνάσχῃ
τὸ ἀρετῶν φέγγος, χεῖρον δ’, ὅταν αἱ μὲν ἐπισκιασθῶσι, κακίαι δὲ
<lb n="10"/> ἀνάσχωσι.</p></div></div></body></text></TEI>