<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="51"><p>,οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν ἀπὸ τῶν ἀρῶν ἃς <lb n="10"/> ἐτίθεντό μοι„, δυνάμει δὲ κραταιοτάτῃ τῶν θείων ἐνειλημμένος δογμάτων
οὔτε κακούμενος ἐκάμφθην, ἀλλὰ ἐρρωμένως ὠνείδισα τοῖς ἐξ ἑαυτῶν
μὴ καθαιρομένοις·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="52"><p>„ἔθετο γὰρ ἡμᾶς ὁ θεὸς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν„, ὡς καὶ ἐν ὕμνοις που λέλεκται (Psalm. 79, 7), πάντας τοὺς
ὀρθῆς γνώμης ἐφιεμένους. ἀλλ’ οὐκ ἀντιλογικοὶ φύσει γεγόνασιν, ὅσοι
<lb n="15"/> τὸν ἐπιστήμης καὶ ἀρετῆς ζῆλον ἔσχον ἀεί, τοῖς γείτοσι ψυχῆς ἀντιφιλονεικοῦντες, ἐλέγχοντες μὲν τὰς συνοίκους ἡδονάς, ἐλέγχοντες δὲ τὰς
ὁμοδιαίτους ἐπιθυμίας, δειλίας τε καὶ φόβους, τὸ παθῶν καὶ κακιῶν
στῖφος δυσωποῦντες, ἐλέγχοντες μέντοι καὶ πᾶσαν αἴσθησιν, περὶ μὲν
ὧν εἶδον ὀφθαλμούς, περὶ ὧν δὲ ἤκουσαν ἀκοάς, ὀσμάς τε περὶ ἀτμῶν
<lb n="20"/> καὶ γεύσεις περὶ χυμῶν, ἔτι δὲ ἁφὰς περὶ τῶν κατὰ τὰς προσπιπτούσας
τῶν ἐν τοῖς σώμασι δυνάμεων ἰδιότητας, καὶ μὲν δὴ τὸν προφορικὸν
 λόγον περὶ ὧν διεξελθεῖν  <milestone unit="altpage2" n="p. 413 M."/> ἔδοξε;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="53"><p>τίνα γὰρ ἢ πῶς ἢ διὰ τί ἡ αἴσθησις ᾔσθετο ἢ ὁ λόγος διηρμήνευσεν ἢ τὸ πάθος διέθηκεν, ἄξιον ἐρευνᾶν
μὴ παρέργως καὶ τῶν σφαλμάτων διελέγχειν ἕκαστον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="54"><p>ὁ δὲ μηδενὶ <lb n="25"/> τούτων ἀντιλέγων, ἅπασι δὲ ἑξῆς συνεπινεύων ἑαυτὸν λέληθεν ἀπατῶν
καὶ ἐπιτειχίζων ψυχῇ βαρεῖς γείτονας, οἷς ἄμεινον ὑπηκόοις ἢ ἄρχουσι
χρῆσθαι· ἡγεμονεύοντες μὲν γὰρ πολλὰ πημανοῦσι καὶ μεγάλα βασιλευούσης παρ’ αὐτοῖς ἀνοίας, ὑπακούοντες δὲ τὰ δέονθ’ ὑπηρετήσουσι
<note xml:lang="mul" type="footnote"><lb/>1 με] ὢν G
<lb/>2 πρὸς] περὶ conicio τὸ acldidi
<lb/>4 ὠφέλησα HP
<lb/>5 ὠφείλησάν μοι G: ὠφεεσάν μοι F, ὠφέλησάν ᾦ HP γὰρ om. v τῆς ἐμῆς F 
<lb/>6 mσἐως GF, μωυσἐος HP
<lb/>9 ὑπερβαλὸν F
<lb/>11 οκ̓́ε] scrib. οὐ vel post ἐκάμφθην lacnna statuenda κακούμενος scripsi: ἐκκακούμενος codd. ἐκνάμφην, ἐκνἀμφθην P αὐτῶν Η
<lb/>12 μὴ καθαιρουdνοις G, μοι καταρωμένοις v 
<lb/>14 aXX’] ἀρ’ conicio
<lb/>15 τὸν] τὴν P · ζῆλον GFL^: λόγον HL’, λάλον P 
<lb/>17 εἴας] fort. λύπας <add>καὶ πᾶν</add> τὸ conicio
<lb/>19 εἰδομ ὧν om. G 
<lb/>20 κεὁσεις F
<lb/>21 ἰδιοψων couicio
<lb/>23 διερμήνευσεν GF
<lb/>25 ἀπαιτῶν (ι in ras.) F 2G ψυχῇ Turn.: ψυχῆς codd.
<lb/>27 μέν om. HP ποιμανοῦσι G 
<lb/>28 ἀνίας HP’ ὑπηρετοῦσι HP</note>  

<pb n="v.2.p.240"/>
 πειθηνίως οὐκέθ’ ὁμοίως ἀπαυχενίζοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="55"><p>οὕτως μέντοι τῶν μὲν ὑπακούειν μαθόντων, τῶν δ’ οὐκ ἐπιστήμῃ μόνον ἀλλὰ καὶ δυνάμει τὴν
ἀρχὴν λαβόντων πάντες οἱ δορυφόροι καὶ ὑπέρμαχοι ψυχῆς συμφρονήσουσι λογισμοὶ καὶ τῷ πρεσβυτάτῳ τῶν ἐν αὐτοῖς προσελθόντες ἐροῦσιν·
„οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν <lb n="5"/>
τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν αὐτῶν οὐδὲ εἷς" (Num. 31, 49),
ἀλλ’ ὥσπερ τὰ μουσικῆς ὄργανα ἄκρως ἡρμοσμένα πᾶσι τοῖς φθόγγοις,
οὕτως ἡμεῖς πάσαις ταῖς ὑφηγήσεσι συνηχήσαμεν, ἐκμελὲς ἢ ἀπῳδὸν
οὐδὲν οὔτε ῥῆμα εἰπόντες οὔτ’ ἔργον διαπραξάμενοι, ὡς τὸν ἕτερον τῶν
ἀμούσων χορὸν πάντα ἄφωνον καὶ νεκρὸν ἀποδεῖξαι γελασθέντα τὴν τῶν <lb n="10"/>
σωματικῶν τροφὴν Μαδιὰμ καὶ τὸν ἔκγονον αὐτῆς δερμάτινον ὄγκον
 Βεελφεγὼρ ὄνομα ὑπνοῦντα (Num. 25,3).</p></div></div></body></text></TEI>