<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="46"><p>ὅταν γὰρ τὸν
ἐν τῇ ἀπολέμῳ εἰρήνῃ συνεχῆ καὶ ἐπάλληλον ἀνθρώπων ἁπάντων ἴδιον
καὶ κοινόν, μὴ κατὰ ἔθνη καὶ χώρας ἢ πόλεις καὶ κώμας αὐτὸ μόνον, <lb n="5"/>
ἀλλὰ καὶ κατ’ οἰκίαν καὶ ἕνα ἕκαστον τῶν ἐν μέρει συγκροτούμενον
πόλεμον θεάσηται, τίς ἐστιν ὅ γε μὴ παραινῶν, κακίζων, νουθετῶν, σωφρονίζων, οὐ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, τῆς ψυχῆς αὐτῷ
 ἠρεμεῖν μὴ δυναμένης διὰ τὸ μισοπόνηρον φύσει;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="47"><p>πάντα γὰρ ὅσα ἐν
πολέμῳ δρᾶται κατ’ εἰρήνην· συλῶσιν, ἁρπάζουσιν, ἀνδραποδίζονται, <lb n="10"/>
λεηλατοῦσι, <milestone unit="altpage1" n="p. 412 M."/>  πορθοῦσιν, ὑβρίζουσιν, αἰκίζονται, φθείρουσιν, αἰσχύνουσι,
 δολοφονοῦσιν, ἄντικρυς, ἢν ὦσι δυνατώτεροι, κτείνουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="48"><p>πλοῦτον γὰρ ἢ
δόξαν ἕκαστος αὐτῶν σκοπὸν προτεθειμένος ἐπὶ τοῦτον ὥσπερ βέλη τὰς
τοῦ βίου πράξεις ἁπάσας ἀφιεὶς ἰσότητος ἀλογεῖ, τὸ ἄνισον διώκει, κοινωνίαν ἀποστρέφεται, μόνος τὰ πάντων ἔχειν ἀθρόα ἐσπούδακε,  <lb n="15"/>
μισάνθρωπος καὶ μισάλληλός ἐστιν, ὑποκρινόμενος εὔνοιαν, κολακείας νόθης
ἑταῖρος ὤν, φιλίας γνησίου πολέμιος, ἀληθείας ἐχθρός, ὑπέρμαχος ψεύδους, βραδὺς ὠφελῆσαι, ταχὺς βλάψαι, διαβαλεῖν προχειρότατος, ὑπερασπίσαι μελλητής, δεινὸς φενακίσαι, ψευδορκότατος, ἀπιστότατος, δοῦλος
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="49"><p> ὀργῆς, εἴκων ἡδονῇ, φύλαξ κακῶν, φθορεὺς ἀγαθῶν. <milestone unit="altref" n="13"/> ταῦτα καὶ <lb n="20"/>
τὰ τοιαῦτα τῆς ᾀδομένης καὶ θαυμαζομένης εἰρήνης περιμάχητα κειμήλια, ἅπερ ἡ ἑκάστου τῶν ἀφρόνων ἀγαλματοφοροῦσα διάνοια τέθηπε καὶ
προσκυνεῖ. ἐφ’ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀυτῶν om. HP ἀλλ’ οὐ G2HPL1, ἆρ᾿ οὐ conicio
<lb/>2 ἤ ὅπλων om. L 2.
<lb/>3 στρατιωτικῶν F
<lb/>3 ἄμειναν F ἀλλὰ λογισμοῖς Benzelius: ἐπιλογισμοῖς codd.
<lb/>4 συνεχῶς HP
<lb/>5 κεινὸν F, κοινῆ L2 ἤ] καὶ conicio (cf. De gig. § 51) ὁ τῶν] τὸν F
<lb/>7 θεάσητε Η τίς L: τοῖς GFHP ὅ γε F: ὅτε GHP παραινῶν scripsi: παροῦσι codd., παρανοοῦσι Mang.
<lb/>11 αἰσχύνουσιν Η
<lb/>12 ἤν] ἤ F
<lb/>15 ἔχειν τὰ πάντων HP
<lb/>16 νωθὴς G
<lb/>18 διαβάλλειν Η
<lb/>19 μελητής Ρ, ἀμελητής F ἀπιστότατος om. G</note> <note xml:lang="mul" type="footnote"><lb/>3 sqq. cf. ad lin. 2."
<lb/>23 sqq. Oriijenes Ilomilia XIV,
<lb/>5 in lerennam p. 211: τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε tiij τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς ἣν μητέρα τὴν σωμτικήν, ἀλλά πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾶ προφήτας; ἡ σο·.ία τοπͅ θεοῦ .... εἴρηται οὑν „οίμοι ἐγώ, μῆτερις ἐμὴ σοφία „ὡς τίνα με gτεκες ἄνδρα δ‘καζόμενον;ί‘ τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, 7να διακρίνωμαι ota τοὺς ἐλέγχους, διά τἀς ἐπιπ ἥξεις, διὰ τὴν διδαίκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς;</note>  

<pb n="v.2.p.239"/>
μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· „ὦ μῆτερ, ἡλίκον με
ἔτεκες„, οὐ δυνάμει σώματος, ἀλλὰ τῇ πρὸς <add>τὸ</add> μισοπόνηρον ἀλκῇ, ἄνθρωπον ἀηδίας καὶ μάχης, φύσει μὲν εἰρηνικόν, διὰ δὲ τοῦτο καὶ πολεμικὸν
κατὰ τῶν αἰσχυνόντων τὸ περιμάχητον κάλλος εἰρήνης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="50"><p>„οὐκ ὠφείλησα, <lb n="5"/> οὐδὲ ὠφείλησάν μοι"· οὔτε γὰρ αὐτοὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε ἐχρήσαντο, οὔτε ἐγὼ τοῖς ἐκείνων κακοῖς, ἀλλὰ κατὰ τὸ Μωυσέως γράμμα
„ἐπιθύμημα οὐδενὸς αὐτῶν ἔλαβον" (Num. 16, 15), σύμπαν τὸ τῆς
ἐπιθυμίας αὐτῶν γένος θησαυρισαμένων παρ’ ἑαυτοῖς ὡς μέγιστον ὄφελος
ὑπερβάλλον βλάβος.</p></div></div></body></text></TEI>