<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="41"><p>παρὸ καὶ τοὺς λέγοντας <lb n="10"/> „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν„ (Gen. 42, 11)
τεθαύμακα τῆς εὐαρμόστου συμφωνίας· ἐπεὶ καὶ πῶς οὐκ ἐμέλλετε,
φήσαιμ’ ἄν, ὦ γενναῖοι, πολέμῳ μὲν δυσχεραίνειν, εἰρήνην δὲ ἀγαπᾶν,
ἕνα καὶ τὸν αὐτὸν ἐπιγεγραμμένοι πατέρα οὐ θνητὸν ἀλλ’ ἀθάνατον,
ἄνθρωπον θεοῦ, ὃς τοῦ ἀιδίου λόγος ὢν ἐξ ἀνάγκης καὶ αὐτός ἐστιν
<lb n="15"/> ἄφθαρτος;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="42"><p>οἱ μὲν γὰρ πολλὰς ἀρχὰς τοῦ κατὰ ψυχὴν γένους συστησάμενοι, τῷ πολυθέῳ λεγομένῳ κακῷ προσνείμαντες ἑαυτούς, ἄλλοι πρὸς
ἄλλων τιμὰς τραπόμενοι ταραχὰς καὶ στάσεις ἐμφυλίους τε καὶ ξενικὰς
ἐδημιούργησαν τὸν ἀπ’ ἀρχῆς γενέσεως ἄχρι τελευτῆς βίον πολέμων
ἀκηρύκτων καταπλήσαντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="43"><p>οἱ δὲ ἑνὶ γένει χαίροντες καὶ ἕνα πατέρα <lb n="20"/> τὸν ὀρθὸν τιμῶντες λόγον, τὴν εὐάρμοστον καὶ πάμμουσον συμφωνίαν
ἀρετῶν τεθαυμακότες, εὔδιον καὶ γαληνὸν βίον ζῶσιν, οὐ μὴν ἀργὸν καὶ
ἀγενῆ τινα, ὡς ἔνιοι νομίζουσιν, ἀλλὰ σφόδρα ἀνδρεῖον καὶ λίαν ἠκονημένον κατὰ τῶν σπονδὰς λύειν ἐπιχειρούντων καὶ σύγχυσιν ὁρκίων αἰεὶ
μελετώντων· τοὺς γὰρ εἰρηναίους φύσει πολεμικοὺς εἶναι συμβέβηκεν
<lb n="25"/> ἀντικαθημένους καὶ ἀνθεστῶτας τοῖς τὸ εὐσταθὲς τῆς ψυχῆς ἀνατρέπουσι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="44"><p><milestone unit="altref" n="12"/> μαρτυρεῖ δέ μου τῷ λόγῳ πρῶτον μὲν ἡ ἑκάστου τῶν φιλαρέτων διάνοια διακειμένη τὸν τρόπον τοῦτον, ἔπειτα δὲ καὶ τοῦ προφητικοῦ θιασώτης χοροῦ, ὃς καταπνευσθεὶς ἐνθουσιῶν ἀνεφθέγξατο· „ὦ
μῆτερ, ἡλίκον με ἔτεκες, ἄνθρωπον μάχης καὶ ἄνθρωπον ἀηδίας πάσης
<lb n="30"/> τῆς γῆς; οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι, οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν
<note xml:lang="mul" type="footnote"><lb/>1 βήσεις coni. Manff.
<lb/>4 Μωυσέος codd.
<lb/>5 γενέσθαι GP
<lb/>7 οὗν om. Η 8.
<lb/>9 τὸ δὲ—βεβαιωτἐον om. F
<lb/>9 ἑτέρους Η παρο H: παρ’ GFP
<lb/>13 καὶ om. G
<lb/>14 θεοῦ ἄνθρωπον G
<lb/>15 τῆς et γενέσεως coni. Mang. 15.
<lb/>16 συνιστάμενοι HPL^
<lb/>18 ἐδημιούργησαν τὸν scripsi: ἐδημιουργήσαντο codd. βίου L
<lb/>20 συμφωνίαν om. F
<lb/>22 ἀγεννῆ FP νομίζωσιν G 
<lb/>23 ἀεὶ G
<lb/>24 μεμελετώντων Η
<lb/>26 τῶν om. GF 27.
<lb/>28 προφἡπροφήτου F
<lb/>29 με] μέν G
<lb/>30 ὠφείλησα, οὐδὲ om. G ὠφείλησα F: ὠφἐὠφέλησά HP ὠφεαησἀν μο-́ scripsi: ὠφείλεσάν μοι GF, ὠφέλησάν με HP</note>  

<pb n="v.2.p.238"/>
 ἀπὸ καταρῶν αὐτῶν„ (Ier. 15, 10).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="45"><p>ἀλλ’ οὐ πᾶς σοφὸς πᾶσι φαύλοις
ἐχθρός ἐστιν ἄσπονδος, οὐ τριηρῶν ἢ μηχανημάτων ἢ ὅπλων ἢ στρατιωτῶν παρασκευῇ πρὸς ἄμυναν χρώμενος, ἀλλὰ λογισμοῖς;</p></div></div></body></text></TEI>