„εἶδε" γάρ φησιν „Ἰσραὴλ τοὺς Αἰγυπτίους„ οὐχ ἑτέρωθι „τεθνεῶτας„ ἀλλὰ παρὰ „τὸ χεῖλος τοῦ ποταμοῦ„ (Exod. 14, 30), θάνατον λέγων οὐ τὴν ἀπὸ σώματος ψυχῆς διάκρισιν, ἀλλὰ τὴν ἀνοσίων δογμάτων καὶ λόγων φθοράν, οἷς ἐχρῶντο διὰ στόματος καὶ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων. λόγου δὲ θάνατός ἐστιν ἡσυχία, οὐχ ἣν οἱ ἐπιεικέστεροι ποιούμενοι σύμβολον αἰδοῦς μετέρχονται — δύναμις γὰρ καὶ ἥδε ἐστὶν ἀδελφὴ τῆς ἐν τῷ λέγειν ταμιευομένη μέχρι καιροῦ τὰ λεκτέα —, ἀλλ’ ἣν οἱ ἐξησθενηκότες καὶ ἀπειρηκότες διὰ τὴν τῶν ἐναντίων ἰσχὺν ὑπομένουσιν ἄκοντες λαβὴν οὐδεμίαν ἔθ’ εὑρίσκοντες. ὧν τε γὰρ ἂν ἐφάψωνται, διαρρεῖ, καὶ οἷς ἂν ἐπιβῶσιν, οὐχ ὑπομένει, ὡς πρὶν ἢ στῆναι πίπτειν ἀναγκάζεσθαι, ὥσπερ ἡ ἕλιξ, τὸ ὑδρηρὸν ὄργανον, ἔχει· κατὰ γὰρ μέσον αὐτὸ γεγόνασι βαθμοί τινες, ὧν ὁ γεωπόνος, ὅταν ἐθελήσῃ ποτίσαι τὰς ἀρούρας, ἐπιβαίνει μέν, περιολισθαίνει δ’ ἀναγκαίως· ὑπὲρ δὴ τοῦ μὴ πίπτειν συνεχῶς πλησίον ἐχυροῦ τινος ταῖς χερσὶ περιδράττεται, οὗ ἐνειλημμένος τὸ ὅλον σῶμα ἀπῃώρηκεν αὐτοῦ· ὥστε ἀντὶ μὲν ποδῶν χερσίν, ἀντὶ δὲ χειρῶν ποσὶ χρῆσθαι· ἵσταται μὲν γὰρ ἐπὶ χειρῶν, δι’ ὧν εἰσιν αἱ πράξεις, πράττει δ’ ἐν ποσίν, ἐφ’ ὧν εἰκὸς ἵστασθαι. 1 χειροποιείτω F 2 ἐναντίωσιν] συνάντησιν coui. Jlang. 4 προέρχεσθαι conicio 4. 5 φιλοπαθεῖς Mang.: φιλομαθεῖς codd. 5 ἀδοκίμων Turn.: δοκίμων codd. ὁ τούτων GF: ψευδῶν IIP καὶ om. G 7 ἀψευδῶς scripsi : ἀψευδῶν GIIP, ψευδῶν F 8 κάλον G 9 ἀπώλονται G 10 εὐμελῶς HP ἄσατε (r 12 τοῦ ποταμ(υ] τῆς θαλάσσης conicio 13 φοράν IIP 14 ἐχθρῶν τε διὰ G 17 ταμιευομένης G, ταμιευοdνοις F 19 λαβὴν Turn. : βλάβην codd. ἄν Richter: ἐὰν codd. "20 ἂν IIP: iav GF 21 ἐ̔λιγξ II ὑδρηλδν IIP μέσου G 22 αὐτὸ G: αὐτῶ F, αὐτῶν IIP, αὐτῆς v βασμοί GF 24 πλησίον] ποσὶν couicio ἐχυροῦ ora. F τινὸς ἐχυροῦ transpos. G οὗ Turn.: ὡς GF*, 8 EP 25 αὐτοῦ Turn. ὥστε addidi μέν GF: μὲν γὰρ HP χειρῶν δὲ F 26 χρῆσθαι GFII: χρῆται Pv 27 πράττειν G πολλοὶ δ’ οὐ δυνάμενοι τὰς πιθανὰς τῶν σοφιστῶν εὑρέσεις ἀνὰ κράτος ἑλεῖν τῷ μὴ σφόδρα περὶ λόγους διὰ τὴν ἐν τοῖς ἔργοις συνεχῆ μελέτην γεγυμνάσθαι κατέφυγον ἐπὶ τὴν τοῦ μόνου σοφοῦ συμμαχίαν καὶ βοηθὸν αὐτὸν ἱκέτευσαν γενέσθαι· καθὰ καὶ τῶν Μωυσέως γνωρίμων τις ἐν ὕμνοις εὐχόμενος εἶπεν· „ἄλαλα γενέσθω τὰ χείλη τὰ δόλια„ (Psalm. 30, 19). πῶς δ’ ἂν ἡσυχάσαι, εἰ μὴ πρὸς μόνου τοῦ καὶ τὸν λόγον αὐτὸν ἔχοντος ὑπήκοον ἐπιστομισθείη; τὰς μὲν οὖν εἰς τὸ ἁμαρτάνειν συνόδους ἀμεταστρεπτὶ φευκτέον, τὸ δὲ ἔνσπονδον πρὸς τοὺς φρονήσεως καὶ ἐπιστήμης ἑταίρους βεβαιωτέον.