(Deut. 5, 31), ἵνα ἐνδοιασμὸν καὶ ἐπαμφοτερισμόν, ἀβεβαίου ψυχῆς διαθέσεις, ἀποδυσάμενος τὴν ὀχυρωτάτην καὶ βεβαιοτάτην διάθεσιν, πίστιν, ἐνδύσηται. ἔπειτα δὲ ἑστώς, τὸ παραδοξότατον, ὑπαντᾷ· „στήσῃ„ γάρ φησιν „ὑπαντιάζων„· καίτοι τὸ μὲν ὑπαντᾶν ἐν κινήσει, κατὰ δ’ ἠρεμίαν τὸ ἵστασθαι θεωρεῖται. λέγει δὲ οὐ τὰ μαχόμενα, τὰ δὲ τῇ φύσει μάλιστα ἀκολουθοῦντα· ὅτῳ γὰρ ἠρεμεῖν πέφυκεν ἡ γνώμη καὶ ἀρρεπῶς ἱδρῦσθαι, συμβαίνει πᾶσιν ἀνθίστασθαι τοῖς σάλῳ καὶ κλύδωνι χαίρουσι καὶ τὸν γαληνιάσαι δυνάμενον 2 καθαιρεῖ Mang. : καθαίρει codd. o ἁλικὴν G 5 ὀξυδορκεῖν G Σοδομῖται G ἀπὸ] ἐπὶ G 7 αὐτὴ FHP: αὐτὴ G, αὐτῆς Mang. φρουρἀς F 8 tertium καὶ oin. HP μηδενὸς 10 ἐγνωκότος v V2 θείων καὶ ἱερῶν scripsi: θείων ἔργων καὶ codd. καὶ λόγων om. F καλεῖν GF: 9 , καθελεῖν P 13 θεότροπος HPL1 θράσει om. GF 15 post οἰκεῖα add. βὑματα Mang. 16 πλημμυροῦντες conicio 17 στήσῃ F: στήσῃς G, στῆθι IIP 18 τοῦ ποταμοῦ Οἴῃ HP 19 ante ἀθρόων add. καὶ v 23 ἀβεβαίου — ἀκοδυσάμένος om. G ’2\ post διάθεσιν add. καὶ HP ἔστω G "25 φησιν addidi καίτοι codd. : καὶ v 29 γαληνιάσαι HP: γαληνίσαι GF χειροποιήτῳ χειμῶνι κυμαίνουσιν. εὖ μέντοι γε ἔχει παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ τὴν ἐναντίωσιν συνίστασθαι· χείλη δὲ στόματος μέν ἐστι πέρατα, φραγμὸς δέ τις γλώττης, δι’ ὧν φέρεται τὸ τοῦ λόγου ῥεῦμα, ὅταν ἄρξηται κατέρχεσθαι. λόγῳ δὲ καὶ οἱ μισάρετοι καὶ φιλοπαθεῖς συμμάχῳ χρῶνται πρὸς τὴν τῶν ἀδοκίμων δογμάτων εἰσήγησιν καὶ πάλιν οἱ σπουδαῖοι πρός τε τὴν τούτων ἀναίρεσιν καὶ πρὸς τὸ τῶν ἀμεινόνων καὶ ἀψευδῶς ἀγαθῶν κράτος ἀνανταγώνιστον. ὅταν μέντοι πάντα κάλων ἀνασείσαντες ἐριστικῶν δογμάτων ὑπ’ ἐναντίας ῥύμης λόγων ἀνατραπέντες ἀπόλωνται, τὸ ἐπινίκιον δικαίως καὶ προσηκόντως ὁ σοφὸς ᾆσμα χορὸν ἱερώτατον στησάμενος ἐμμελῶς ᾄσεται·