<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="26"><p><milestone unit="altref" n="8"/> οὗτοί εἰσιν οἱ ἐπὶ τῆς ἁλμυρᾶς φάραγγος ὁμαιχμίαν πρὸς ἀλλήλους θέμενοι. κοῖλον γὰρ καὶ τραχὺ καὶ φαραγγῶδες
τὸ κακιῶν <add>καὶ</add> παθῶν χωρίον, ἁλμυρὸν τῷ ὄντι καὶ πικρὰς φέρον
<note xml:lang="mul" type="footnote"><lb/>2 συμφρονησάντων F: συμφωνησάντων GIIP αὐτῇ νηὶ scripsi: αὐτὴν ^ G, αὐτὴν ἢ F, αὐτὴ HP ἧπον coui. Mang. o κακὸν GF
<lb/>4 συνέργεια II b συμφορὰ HP; φορά GF, φθορᾶ̣ conit io
<lb/>8 σύμβολον (vel σημεῖον) aciil. Mans:.
<lb/>9 τῶν post οὐρανe add. G λαὐρω F
<lb/>12 ἀναμιγνύμενα IIPL’: ἅμα μιγνύμενα GFL-
<lb/>13 δεδεμ νον G στρόβοι F
<lb/>16 νοῦν] νῦν Turn.
<lb/>17 ἀτιθάσσων F
<lb/>18 ἡδικlιMι F: ἡδίκειGΗP 1!) ydp om. GF
<lb/>22 μἡποτ’H:ρήποτ’ οὐκGFP,μἡποτ'οὐκα;.εικότως conicio 23.
<lb/>24 δύναιτο—ὅτι om. F
<lb/>23 ἀδιάφθορον coni. Manff. 
<lb/>24 κατελίπετο G, κατελέλειπτο conicio πᾶς sechisi (oui. v) vel scrib. τά πονηβ 
<lb/>25 λογισμὸς ἡμ͂ν νοσεῖ τὴν F
<lb/>28 κακίστων P, eorr. in rag. καὶ add. Mang. ἁλμυράς F φἐρων GF</note>  

<pb n="v.2.p.235"/>
ὠδῖνας, ὧν ὁ σοφὸς Ἀβραὰμ τὸ ἐνώμοτον καὶ ἔνσπονδον οὔθ’ ὅρκων
οὔτε σπονδῶν ἐπάξιον εἰδὼς καθαιρεῖ· λέγεται γὰρ ὅτι „πάντες οὗτοι
συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν„
(Gen. 14, 3).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="27"><p>ἢ οὐχ ὁρᾷς τοὺς ἐστειρωμένους σοφίαν καὶ τυφλοὺς  <lb n="5"/> διάνοιαν, ἣν ὀξυδερκεῖν εἰκὸς ἦν, Σοδομίτας κατὰ γλῶτταν, ἀπὸ νεανίσκου
ἕως πρεσβυτέρου πάνθ’ ὁμοῦ τὸν λεὼν ἐν κύκλῳ τὴν οἰκίαν τῆς ψυχῆς
περιθέοντας, ἵνα τοὺς ξενωθέντας ἱεροὺς καὶ ὁσίους λόγους αὐτῇ, φρουροὺς
καὶ φύλακας ὄντας, αἰσχύνωσι καὶ διαφθείρωσι, καὶ μηδένα τὸ παράπαν
μήτε τοῖς ἀδικοῦσιν ἐναντιοῦσθαι μήτε τοῦ τι ποιεῖν ἄδικον ἀποδιδράσκειν
<lb n="10"/> ἐγνωκότα;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="28"><p>οὐ γὰρ οἱ μέν, οἱ δ’ οὔ, „πᾶς δ’", ὥς φησιν, „ὁ λαὸς περιεκύκλωσαν ἅμα τὴν οἰκίαν, νέοι τε καὶ πρεσβῦται„ (Gen. 19, 4) κατὰ
τῶν θείων καὶ ἱερῶν λόγων συνομοσάμενοι, οὓς καλεῖν ἔθος ἀγγέλους.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="29"><p><milestone unit="altref" n="9"/> ἀλλ’ ὅ γε θεοπρόπος Μωυσῆς θράσει πολλῷ ῥέοντας αὐτοὺς ὑπαντιάσας ἐφέξει, κἂν τὸν θρασύτατον καὶ δεινότατον εἰπεῖν ἐν ἑαυτοῖς
<lb n="15"/> βασιλέα λόγον προστησάμενοι μιᾷ ῥύμῃ κατατρέχωσι, συναύξοντες τὰ οἰκεῖα
καὶ ποταμοῦ τρόπον πλημμύροντες· „ἰδοὺ„ γάρ φησιν „ὁ τῆς Αἰγύπτου
βασιλεὺς ἐπὶ τὸ ὕδωρ ἀφικνεῖται. σὺ δὲ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ
χεῖλος τοῦ ποταμοῦ„ (Exod. 7, 15).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="30"><p>οὐκοῦν ὁ μὲν φαῦλος ἔξεισιν ἐπὶ τὴν τῶν ἀδικημάτων καὶ παθῶν ἀθρόων φοράν, ἅπερ ὕδατι ἀπεικάζεται·
<lb n="20"/> ὁ δὲ σοφὸς πρῶτον μὲν κτᾶται γέρας παρὰ τοῦ ἑστῶτος ἀεὶ θεοῦ
συγγενὲς αὐτοῦ τῇ ἀκλινεῖ καὶ ἀρρεπεῖ πρὸς πάντα δυνάμει λαβών· εἴρηται γὰρ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ„</p></div></div></body></text></TEI>