<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="190"><p><milestone unit="altref" n="38"/> ταῦτα μὲν ἡμεῖς, οἱ δὲ τοῖς ἐμφανέσι καὶ προχείροις μόνον ἐπακολουθοῦντες οἴονται νυνὶ
γένεσιν  <milestone unit="altpage2" n="p. 434 M."/> διαλέκτων Ἑλληνικῶν τε καὶ βαρβάρων  ὑπογράφεσθαι· οὓς οὐκ
<lb n="26"/> ἂν αἰτιασάμενος — ἴσως γὰρ ἀληθεῖ καὶ αὐτοὶ χρῶνται λόγῳ — παρακαλέσαιμ’
ἂν μὴ ἐπὶ τούτων στῆναι, μετελθεῖν δὲ ἐπὶ τὰς τροπικὰς
ἀποδόσεις, νομίσαντας τὰ μὲν ῥητὰ τῶν χρησμῶν σκιάς τινας ὡσανεὶ
σωμάτων εἶναι, τὰς δ’ ἐμφαινομένας δυνάμεις τὰ ὑφεστῶτα ἀληθείᾳ
<lb n="30"/> πράγματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="191"><p>δίδωσι μέντοι πρὸς τοῦτ’ ἀφορμὰς τὸ εἶδος τοῖς μὴ τυφλοῖς
<note xml:lang="mul" type="footnote"><lb/>2 ἔτι] ἐστι G τινι om. F
<lb/>5 ἀναπληροῦσθαι HP, ἀποπληροπυσθαι  v, ἀναλύεσθαι coni. Mang. ἀποτελεῖσθαι P ὁ ἡλεωμένω GF ἀπολείπεσθαι Fv 7—9 μἡποτε—οἶνος om., fort. lecte
<lb/>7 ἐστι, <add>ὥστε</add> conicio
<lb/>8 post αὐτῆς add. τε N
<lb/>10 μιᾶς Turn.: μίαν codd
<lb/>12 οἶμαι] ἅμα conicioi. Mang. 12.
<lb/>10 συντεθείσης Mang.: συνδεθείσης GHP, συνδεηθείσης F
<lb/>13 ἔτι scripsi: ἐπὶ codd. 
<lb/>14 δ’ ἡ G: δὴ F, δὲ HP φθορὰν F
<lb/>18 περιβάλληται v
<lb/>21 τοῦ τῶ G 
<lb/>22 ἁφάν scripsi: ἀφιέναι codd. φωνὴν addidi
<lb/>24 νυνὶ om. v
<lb/>25 'Eλληωικῶν GF: ‘Eλλἡνων HP
<lb/>26 ἀληθεία GF 3U μὴ om. HP</note>  

<pb n="v.2.p.266"/>
διάνοιαν ὁ νομοθέτης αὐτός, ὥσπερ ἀμέλει καὶ ἐφ’ ὧν νῦν ἐστιν ὁ
λόγος· τὸ γὰρ γινόμενον σύγχυσιν προσεῖπε. καίτοι γε εἰ διαλέκτων
γένεσιν αὐτὸ μόνον ἐδήλου, κἂν ὄνομα εὐθυβολώτερον ἐπεφήμισεν ἀντὶ
συγχύσεως διάκρισιν· οὐ γὰρ συγχεῖται τὰ τεμνόμενα, διακρίνεται δ’
ἔμπαλιν, καὶ ἔστιν οὐ μόνον ἐναντίον ὄνομα ὀνόματι, ἀλλ’ ἔργον ἔργῳ. <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="192"><p>σύγχυσις μὲν γάρ, ὡς ἔφην, ἐστὶ φθορὰ τῶν ἁπλῶν δυνάμεων εἰς συμπεφορημένης
μιᾶς γένεσιν, διάκρισις δὲ ἑνὸς εἰς πλείω τομή, καθάπερ
ἐπὶ γένους καὶ τῶν κατ’ αὐτὸ εἰδῶν ἔχειν συντέτευχεν. ὥστε εἰ μίαν
οὖσαν φωνὴν ἐκέλευσε τέμνειν ὁ σοφὸς εἰς πλειόνων διαλέκτων τμήματα,
προσεχεστέροις ἂν καὶ κυριωτέροις ἐχρήσατο τοῖς ὀνόμασι, τομὴν <lb n="10"/>
ἢ διανέμησιν ἢ διάκρισιν ἤ τι ὁμοιότροπον εἰπών, οὐ τὸ μαχόμενον
 αὐτοῖς, σύγχυσιν.</p></div></div></body></text></TEI>