σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς ποιοτήτων πᾶσι τοῖς μέρεσιν ἀντιπαρεκτεινομένων εἰς διαφερούσης μιᾶς γένεσιν, ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε· κηρὸς γὰρ καὶ στέαρ καὶ πίττα ῥητίνη τε, οἶμαι, συνελθόντα ταύτην ἀποτελεῖ, συντεθείσης δὲ ἀμήχανον ἔτι τὰς ἐξ ὧν συνετέθη διακριθῆναι δυνάμεις, ἀλλ’ ἑκάστη μὲν αὐτῶν ἠφάνισται, πασῶν δ’ ἡ φθορὰ μίαν ἐξαίρετον ἄλλην ἐγέννησε δύναμιν. ὅταν δ’ ἀπειλῇ σύγχυσιν τοῖς ἀσεβέσι λογισμοῖς ὁ θεός, οὐ μόνον ἑκάστης κακίας τό τε εἶδος καὶ τὴν δύναμιν ἀφανισθῆναι κελεύει, ἀλλὰ καὶ τὸ συνερανισθὲν ἐξ αὐτῶν, ἵνα μήτε τὰ μέρη καθ’ ἑαυτὰ μήθ’ ἡ πάντων σύνοδός τε καὶ συμφωνία περιβάληταί τινα ἰσχὺν ἐπὶ καθαιρέσει τῆς ἀμείνονος μοίρας. οὗ χάριν φησί· „συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον“ (Gen. 11, 7), ὅπερ ἴσον ἐστὶ τούτῳ· κωφὸν ἕκαστον ἐργασώμεθα τῶν κακίας μερῶν, ὡς μήτε ἰδίαν ἀφιὲν φωνὴν μήτε συνηχοῦν ἑτέρῳ βλάβης αἴτιον γίνηται.