<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="186"><p>συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν, τὸ δὲ κραθὲν οὐδὲν ἧττον
<lb n="5"/> ἀναπλοῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας· σπόγγῳ γὰρ
ἠλαιωμένῳ τὸ μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δ’ οἶνον ὑπολείπεσθαι·
μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ σπογγιᾶς γένεσίς ἐστι, τὸ μὲν οἰκεῖον,
ὕδωρ, πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ κράματος, τὸ δ’
ἀλλότριον ὑπολείπεσθαι, ὁ οἶνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="187"><p>σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς <lb n="10"/> ποιοτήτων πᾶσι τοῖς μέρεσιν ἀντιπαρεκτεινομένων εἰς διαφερούσης μιᾶς
γένεσιν, ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε· κηρὸς γὰρ
καὶ στέαρ καὶ πίττα ῥητίνη τε, οἶμαι, συνελθόντα ταύτην ἀποτελεῖ, συντεθείσης
δὲ ἀμήχανον ἔτι τὰς ἐξ ὧν συνετέθη διακριθῆναι δυνάμεις,
ἀλλ’ ἑκάστη μὲν αὐτῶν ἠφάνισται, πασῶν δ’ ἡ φθορὰ μίαν ἐξαίρετον
<lb n="15"/> ἄλλην ἐγέννησε δύναμιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="188"><p>ὅταν δ’ ἀπειλῇ σύγχυσιν τοῖς ἀσεβέσι λογισμοῖς ὁ θεός, οὐ μόνον ἑκάστης κακίας τό τε εἶδος καὶ τὴν δύναμιν
ἀφανισθῆναι κελεύει, ἀλλὰ καὶ τὸ συνερανισθὲν ἐξ αὐτῶν, ἵνα μήτε τὰ
μέρη καθ’ ἑαυτὰ μήθ’ ἡ πάντων σύνοδός τε καὶ συμφωνία περιβάληταί
τινα ἰσχὺν ἐπὶ καθαιρέσει τῆς ἀμείνονος μοίρας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="189"><p>οὗ χάριν φησί· <lb n="20"/> „συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν
φωνὴν τοῦ πλησίον“ (Gen. 11, 7), ὅπερ ἴσον ἐστὶ τούτῳ· κωφὸν
ἕκαστον ἐργασώμεθα τῶν κακίας μερῶν, ὡς μήτε ἰδίαν ἀφιὲν <add>φωνὴν</add>
μήτε συνηχοῦν ἑτέρῳ βλάβης αἴτιον γίνηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="190"><p><milestone unit="altref" n="38"/> ταῦτα μὲν ἡμεῖς, οἱ δὲ τοῖς ἐμφανέσι καὶ προχείροις μόνον ἐπακολουθοῦντες οἴονται νυνὶ
γένεσιν  <milestone unit="altpage2" n="p. 434 M."/> διαλέκτων Ἑλληνικῶν τε καὶ βαρβάρων  ὑπογράφεσθαι· οὓς οὐκ
<lb n="26"/> ἂν αἰτιασάμενος — ἴσως γὰρ ἀληθεῖ καὶ αὐτοὶ χρῶνται λόγῳ — παρακαλέσαιμ’
ἂν μὴ ἐπὶ τούτων στῆναι, μετελθεῖν δὲ ἐπὶ τὰς τροπικὰς
ἀποδόσεις, νομίσαντας τὰ μὲν ῥητὰ τῶν χρησμῶν σκιάς τινας ὡσανεὶ
σωμάτων εἶναι, τὰς δ’ ἐμφαινομένας δυνάμεις τὰ ὑφεστῶτα ἀληθείᾳ
<lb n="30"/> πράγματα.</p></div></div></body></text></TEI>