τίνα οὖν ἐστι συγχύσει πράγματα ὅμοια; ἡ μῖξις, ὥσπερ ὁ παλαιὸς λόγος, καὶ κρᾶσις· ἀλλ’ ἡ μὲν μῖξις ἐν ξηραῖς, ἡ δὲ κρᾶσις ἐν ὑγραῖς οὐσίαις δοκιμάζεται. μῖξις μὲν οὖν σωμάτων διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴ τις σωρὸν ποιήσειε κριθὰς καὶ πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών, 1 ἐμπρεπέστατον Mang. : ἐμπρεπἐστατα codd. δέ θεῷ conicio 2 fort. add. δι’ αὐτοῦ μόνου 2 τῷ ἀρίστῳ scripsi : τῶν ἀρίσιων GF, τὸν ἄριστον ΗP 3αὐτῶνL 4 prius ὁ onm. P με om. P 5 τῶν om. F 7 μόνον ὡς scripsi: μόνως codd. 9 φορὰν P 10 καὶ om. HP 12 ἵλεως Turn.: λλεω codd., τὰς ἵλεως conicio, ὡς ἵλεως coni. Cohn 15 τῶν om. GF 17 δ’ F ἐρευνήσωμεν Η 18 ὥς om. G γέ μοι F 20 τρόπον om. P 21 γἐνοιτ᾿ scripsi: γἐνοtντ’ FP, γίνοιντ’ GH 22 πραγμάτων G 24 ἐστὶν] δ’ N 25 ποιήσει G 22 ἄλλ’ ἄττα N (Diels): ἄλλα τ GF, ἄλλα πα P, ἄλλ τὰ H ταὐτό HP: αὐτό GFN, ταὐτὸν V 23 sqq. cf. Doxographos p. 463, Alexandri De anima librum p. 11,15 sqq. Bruns. 24 — 265,9 N fol. 188: μῖξις—οἶνος. κρᾶσις δ’ οὐ παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις, ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός φασι γίνεσθαι· συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν, τὸ δὲ κραθὲν οὐδὲν ἧττον ἀναπλοῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας· σπόγγῳ γὰρ ἠλαιωμένῳ τὸ μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δ’ οἶνον ὑπολείπεσθαι· μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ σπογγιᾶς γένεσίς ἐστι, τὸ μὲν οἰκεῖον, ὕδωρ, πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ κράματος, τὸ δ’ ἀλλότριον ὑπολείπεσθαι, ὁ οἶνος.